TLG 1414 001 :: HERACLITUS :: Allegoriae (= Quaestiones Homericae) HERACLITUS Phil., Scriptor Quaestionum Homericarum Allegoriae (= Quaestiones Homericae) Source: Buffière, F. (ed.), Héraclite. Allégories d’Homère. Paris: Les Belles Lettres, 1962: 1–88. Citation: Chapter — section — (line) | ||
T1 | ΗΡΑΚΛΕΙΤΟΥ ΟΜΗΡΙΚΑ ΠΡΟΒΛΗΜΑΤΑ εἰς ἃ περὶ θεῶν Ὅμηρος ἠλληγόρησεν | |
1.1 | Μέγας ἀπ’ οὐρανοῦ καὶ χαλεπὸς ἀγὼν Ὁμήρῳ κατ‐ αγγέλλεται περὶ τῆς εἰς τὸ θεῖον ὀλιγωρίας· πάντα γὰρ ἠσέβησεν, εἰ μηδὲν ἠλληγόρησεν. | |
1.2 | Ἱερόσυλοι δὲ μῦθοι καὶ θεομάχου γέμοντες ἀπονοίας δι’ ἀμφοτέρων τῶν σωματίων μεμήνασιν· | |
1.3 | ὥστε εἴ τις ἄνευ φιλοσόφου θεωρίας μηδενὸς αὐτοῖς ὑφεδρεύοντος ἀλληγορικοῦ τρόπου νομίζοι κατὰ ποιητικὴν παράδοσιν εἰρῆσθαι, Σαλμωνεὺς ἂν Ὅμηρος εἴη καὶ Τάνταλος, | |
5 | ἀκόλαστον γλῶσσαν ἔχων, αἰσχίστην νόσον. | |
---|---|---|
1.4 | Ὥστε ἔμοιγε καὶ σφόδρα συμβέβηκε θαυμάζειν, πῶς ὁ δεισιδαίμων βίος ὁ ναοῖς καὶ τεμένεσι καὶ ταῖς δι’ ἔτους [ἐν ταῖς] περὶ θεῶν προτρεπόμενος ἑορταῖς οὕτω τὴν Ὁμηρικὴν ἀσέβειαν ἐνηγκάλισται φιλοστόργως, τοὺς | |
5 | ἐναγεῖς λόγους διὰ στόματος ᾄδων. | |
1.5 | Εὐθὺς γὰρ ἐκ πρώτης ἡλικίας τὰ νήπια τῶν ἀρτιμαθῶν παίδων διδασ‐ καλίᾳ παρ’ ἐκείνῳ τιτθεύεται, καὶ μονονοὺκ ἐνεσπαργανω‐ | |
μένοι τοῖς ἔπεσιν αὐτοῦ καθαπερεὶ ποτίμῳ γάλακτι τὰς | 1 | |
5 | ψυχὰς ἐπάρδομεν· | |
1.6 | ἀρχομένῳ δ’ ἑκάστῳ συμπαρέστηκε καὶ κατ’ ὀλίγον ἀπανδρουμένῳ, τελείοις δ’ ἐνακμάζει, καὶ κόρος οὐδὲ εἷς ἄχρι γήρως, ἀλλὰ παυσάμενοι διψῶμεν αὐτοῦ πάλιν· | |
1.7 | καὶ σχεδὸν ἓν πέρας Ὁμήρῳ παρ’ ἀνθρώποις, ὃ καὶ τοῦ βίου. | |
2.1 | Δι’ ὧν σαφὲς οἶμαι καὶ πᾶσιν εὔδηλον, οὐδεμία κηλὶς ἐναγῶν μύθων τοῖς ἔπεσιν ἐνεσπείρηται· καθαρὰν δὲ καὶ παντὸς ἁγνεύουσαν μύσους Ἰλιὰς πρώτη καὶ μετὰ ταύτην Ὀδύσσεια σύμφωνον ἑκατέρα περὶ τῆς ἰδίας | |
5 | εὐσεβείας κέκραγε φωνήν· Οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην· Νήπιοι, οἳ Ζηνὶ μενεαίνομεν ἰσοφαρίζειν. | |
2.2 | Οἷος μὲν ἐν οὐρανῷ διὰ τῶν ἐπῶν καθιέρωται Ζεὺς ἀφανεῖ νεύματι σείων· ὡς δὲ Ποσειδῶνος ὁρμήσαντος αἰφνιδίως «τρέμεν οὔρεα μακρὰ καὶ ὕλη.» | |
2.3 | Τὰ αὐτὰ δ’ ὑπὲρ Ἥρας ἄν τις εἴποι· Σείσατο δ’ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον. | |
2.4 | Ὁμοίως δὲ Ἀθηνᾶν παρεστάναι· Θάμβησεν δ’ Ἀχιλεύς, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω Παλλάδ’ Ἀθηναίην, δεινὼ δὲ οἱ ὄσσε φάανθεν. Οἵη δ’ Ἄρτεμις εἶσι κατ’ οὔρεος ἰοχέαιρα | |
5 | ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον τερπομένη κάπροισι καὶ ὠκείαις ἐλάφοισιν. | |
2.5 | Ἃ μὲν γὰρ ἐξ ἴσου καὶ κατὰ κοινὸν ὑπὲρ ἁπάντων | |
ἱεροπρεπῶς τεθεολόγηται, τί δεῖ καὶ λέγειν; «μάκαρες θεοὶ αἰὲν ἐόντες» καὶ «ἄφθιτα μήδε’ ἔχοντες» ἢ νὴ Δία «δωτῆρες ἐάων» καὶ «ῥεῖα ζώοντες»· | 2 | |
5 | Οὐ γὰρ σῖτον ἔδους’, οὐ πίνους’ αἴθοπα οἶνον, τοὔνεκ’ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται. | |
3.1 | Τίς οὖν ἐπὶ τούτοις Ὅμηρον ἀσεβῆ λέγειν τολμᾷ; Ζεῦ κύδιστε. μέγιστε, κελαινεφές, αἰθέρι ναίων. Ἠέλιος θ’, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις, καὶ ποταμοί, καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντες | |
5 | ἀνθρώπους τίνυσθον, ὅστις κ’ ἐπίορκον ὀμόσσῃ, ὑμεῖς μάρτυροι ἔστε τῆς Ὁμήρου θεοσεβοῦς προαιρέσεως, ὅτι πάθεσιν ἐξαιρέ‐ τοις ἅπαν νεωκορεῖ τὸ δαιμόνιον, ἐπεὶ καὐτός ἐστι θεῖος. | |
3.2 | Εἰ δ’ ἀμαθῶς τινες ἄνθρωποι τὴν Ὁμηρικὴν ἀλληγο‐ ρίαν ἀγνοοῦσιν οὐδ’ εἰς τὰ μύχια τῆς ἐκείνου σοφίας καταβεβήκασιν, ἀλλ’ ἀβασάνιστος αὐτοῖς ἡ τῆς ἀληθείας κρίσις ἔρριπται, καὶ τὸ φιλοσόφως ῥηθὲν οὐκ εἰδότες, | |
5 | ὃ μυθικῶς δοκεῖ πλάσαι προσαρμόζουσιν, οὗτοι μὲν ἐρρέτωσαν. | |
3.3 | ἡμεῖς δ’ οἳ τῶν ἀβεβήλων ἐντὸς περιρ‐ ραντηρίων ἡγνίσμεθα, σεμνὴν ὑπὸ νόμῳ τῶν ποιημάτων τὴν ἀλήθειαν ἰχνεύωμεν. | |
4.1 | Ἐρρίφθω δὲ Πλάτων ὁ κόλαξ καὶ Ὁμήρου συκο‐ φάντης, ἔνδοξον ἀπὸ τῆς ἰδίας πολιτείας τὸν φυγάδα | |
προπέμπων λευκοῖς ἐρίοις ἀνεστεμμένον καὶ πολυτελεῖ μύρῳ τὴν κεφαλὴν διάβροχον. | 3 | |
4.2 | Οὐδ’ Ἐπικούρου φροντὶς ἡμῖν, ὃς τῆς ἀσέμνου περὶ τοὺς ἰδίους κήπους ἡδονῆς γεωργός ἐστιν, ἅπασαν ὁμοῦ ποιητικὴν ὥσπερ ὀλέθριον μύθων δέλεαρ ἀφοσιούμενος. | |
4.3 | Πρὸς οὓς μέγα δή τι στενάξας εἴποιμ’ ἂν εὐλόγως· Ὦ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται. | |
4.4 | Καὶ τὸ πικρότατον, ἀρχὴν ἑκάτεροι τῶν παρ’ ἑαυτοῖς δογμάτων ἔχοντες Ὅμηρον, ἀφ’ οὗ τὰ πλεῖστα τῆς ἐπι‐ στήμης ὠφέληνται, περὶ τοῦτον ἀχαρίστως εἰσὶν ἀσεβεῖς. | |
4.5 | Ἀλλ’ ὑπὲρ μὲν Ἐπικούρου καὶ Πλάτωνος αὖθις ἐξέσται λέγειν. | |
5.1 | Νυνὶ δ’ ἀναγκαῖον ἴσως μικρὰ καὶ σύντομα περὶ τῆς ἀλληγορίας τεχνολογῆσαι· σχεδὸν γὰρ αὐτὸ τοὔνομα καὶ λίαν ἐτύμως εἰρημένον ἐλέγχει τὴν δύναμιν αὐτῆς. | |
5.2 | Ὁ γὰρ ἄλλα μὲν ἀγορεύων τρόπος, ἕτερα δὲ ὧν λέγει σημαίνων, ἐπωνύμως ἀλληγορία καλεῖται. | |
5.3 | Καθάπερ Ἀρχίλοχος μὲν ἐν τοῖς Θρᾳκικοῖς ἀπειλημ‐ μένος δεινοῖς τὸν πόλεμον εἰκάζει θαλαττίῳ κλύδωνι λέγων ὧδέ πως· | |
5.4 | Γλαῦχ’ ὅρα, βαθὺς γὰρ ἤδη κύμασιν ταράσσεται πόντος, ἀμφὶ δ’ ἄκρα Γυρέων ὀρθὸν ἵσταται νέφος, σῆμα χειμῶνος· κιχάνει δ’ ἐξ ἀελπτίης φόβος. | |
5.5 | Ἐν ἱκανοῖς δὲ καὶ τὸν Μυτιληναῖον μελοποιὸν εὑρή‐ σομεν ἀλληγοροῦντα· τὰς γὰρ τυραννικὰς ταραχὰς ἐξ | |
ἴσου χειμερίῳ προσεικάζει καταστήματι θαλάττης· | 4 | |
5.6 | Ἀσυνέτημι τῶν ἀνέμων στάσιν· τὸ μὲν γὰρ ἔνθεν κῦμα κυλίνδεται, τὸ δ’ ἔνθεν· ἄμμες δ’ ἂν τὸ μέσσον νᾶι φορήμεθα σὺν μελαίνᾳ, | |
5 | χείμωνι μοχθεῦντες μεγάλῳ μάλα· περ μὲν γὰρ ἄντλος ἱστοπέδαν ἔχει, λαῖφος δὲ πᾶν ζάδηλον ἤδη καὶ λάκιδες μεγάλαι κατ’ αὖτο· χόλαισι δ’ ἄγκυραι. | |
5.7 | Τίς οὐκ ἂν εὐθὺς ἐκ τῆς προτρεχούσης περὶ τὸν πόν‐ τον εἰκασίας ἀνδρῶν πλωιζομένων θαλάττιον εἶναι νομίσειε φόβον; ἀλλ’ οὐχ οὕτως ἔχει· Μύρσιλος γὰρ ὁ δηλούμενός ἐστι καὶ τυραννικὴ κατὰ Μυτιληναίων ἐγειρομένη σύστασις. | |
5.8 | Ὁμοίως δὲ τὰ ὑπὸ τούτου αἰνιττόμενος ἑτέρωθί που λέγει· Τὸ δ’ ηὖτε κῦμα τῶν προτέρων ὄνω στείχει, παρέξει δ’ ἄμμι πόνον πολὺν | |
5 | ἄντλην, ἐπεί κε νᾶος ἐμβᾷ. | |
5.9 | Κατακόρως ἐν ταῖς ἀλληγορίαις ὁ νησιώτης θαλατ‐ τεύει καὶ τὰ πλεῖστα τῶν διὰ τοὺς τυράννους ἐπεχόντων κακῶν πελαγείοις χειμῶσιν εἰκάζει. | |
5.10 | Καὶ μὴν ὁ Τήιος Ἀνακρέων ἑταιρικὸν φρόνημα καὶ σοβαρᾶς γυναικὸς ὑπερηφανίαν ὀνειδίζων τὸν ἐν αὐτῇ σκιρτῶντα νοῦν ὡς ἵππον ἠλληγόρησεν οὕτω λέγων· | |
5.11 | Πῶλε Θρῃκίη, τί δή με λοξὸν ὄμμασιν βλέπουσα | |
νηλεῶς φεύγεις, δοκέεις δέ μ’ οὐδὲν εἰδέναι σοφόν; ἴσθι τοι, καλῶς μὲν ἄν τοι τὸν χαλινὸν ἐμβάλοιμι, ἡνίας δ’ ἔχων στρέφοιμ〈ί σ’〉 ἀμφὶ τέρματα δρόμου. | 5 | |
5 | Νῦν δὲ λειμῶνάς τε βόσκεαι κοῦφά τε σκιρτῶσα παίζεις· δεξιὸν γὰρ ἱπποσείρην οὐχ ἕζεις ἐπεμβάτην. | |
5.12 | Καθόλου μακρὸς ἂν εἴην ἐπεξιὼν ἕκαστα τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ἠλληγορημένων· ἀπόχρη 〈δ’〉 ὀλίγαις εἰκόσι τὴν ὅλην τοῦ πράγματος τεκμη‐ ριώσασθαι φύσιν. | |
5.13 | Ἀλλ’ οὐδ’ αὐτὸς Ὅμηρος ἀμφιβόλοις ἔσθ’ ὅτε καὶ ζητουμέναις ἔτι ταῖς ἀλληγορίαις εὑρίσκεται χρώμενος· | |
5.14 | ἐναργῆ τὸν τρόπον ἡμῖν τῆς ἑρμηνείας παραδέδωκε τοῦτον, ἐν οἷς Ὀδυσσεὺς τὰ πολέμου καὶ μάχης κακὰ διεξιὼν φησίν· | |
5.15 | Ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν, ἀμητὸς δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα Ζεύς. | |
5.16 | Τὸ μὲν γὰρ λεγόμενόν ἐστι γεωργία, τὸ δὲ νοούμενον μάχη· πλὴν ὅμως δι’ ἐναντίων ἀλλήλοις πραγμάτων τὸ δηλούμενον ἐπείπομεν. | |
6.1 | Ὁπότ’ οὖν συνήθης μὲν ἅπασι τοῖς ἄλλοις ὁ τῆς ἀλληγορίας τρόπος, ἠγνόηται δὲ οὐδὲ παρ’ Ὁμήρῳ, τί παθόντες, ὅσα φαύλως ἔχειν δοκεῖ περὶ θεῶν, οὐ διὰ τοιαύτης ἀπολογίας θεραπεύσομεν; | |
6.2 | Τάξις δέ μοι γενήσεται τῶν λόγων ἡ τῶν Ὁμηρικῶν ἐπῶν τάξις, ἐν ἑκάστῃ ῥαψῳδίᾳ διὰ λεπτῆς ἐπιστήμης | |
ἐπιδεικνύντι τὰ περὶ θεῶν ἠλληγορημένα. | 6 | |
6.3 | Ὁ τοίνυν μιαρὸς ἀεὶ καὶ βάσκανος φθόνος οὐδὲ τῆς πρώτης ἐν ἀρχῇ πέφεισται· πολὺς δ’ αὐτῷ θρυλεῖται περὶ τῆς Ἀπόλλωνος ὀργῆς λόγος, ὅτι τοὺς οὐδὲν αἰτίους Ἕλληνας οἱ μάτην ἀφεθέντες ὀϊστοὶ παρανάλωσαν, | |
6.4 | καὶ οὕτως ἄδικός ἐστιν ἡ τούτου μῆνις, ὥσθ’ ὁ μὲν ὑβρίσας Χρύσην Ἀγαμέμνων οὐδὲν ἐξαίρετον ἔπαθεν, ὀφείλων εἴπερ ἠδίκει κολασθῆναι, οἱ δ’ ἐπιβοήσαντες αἰδεῖσθαί θ’ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα | |
5 | τῆς ἀγνωμοσύνης τοῦ μὴ πεπεισμένου γεγόνασι παρα‐ νάλωμα. | |
6.5 | Πλὴν ἔγωγε τὴν ὑπολελησμένην ἐν τοῖς ἔπεσιν ἀλήθειαν ἀκριβῶς διαθρήσας οὐκ Ἀπόλλωνος ὀργὴν οἶμαι ταῦτα, λοιμικῆς δὲ νόσου κακόν, οὐ θεόπεμπτον, ἀλλ’ αὐτόματον φθοράν, συστάντος τότε καὶ πολλαχῇ, | |
5 | ὥστε καὶ μέχρι τῶν δεῦρο χρόνων ἐκνέμεσθαι τὸν ἀνθρώπι‐ νον βίον. | |
6.6 | Ὅτι μὲν τοίνυν ὁ αὐτὸς Ἀπόλλων ἡλίῳ, καὶ θεὸς εἷς δυσὶν ὀνόμασι κοσμεῖται, σαφὲς ἡμῖν ἔκ τε τῶν μυστικῶν λόγων, οὓς αἱ ἀπόρρητοι τελεταὶ θεολογοῦσι, καὶ τὸ δημῶδες ἄνω καὶ κάτω θρυλούμενον· «ἥλιος Ἀπόλλων, | |
5 | ὁ δέ γε Ἀπόλλων ἥλιος». | |
7.1 | Ἠκρίβωται δ’ ἡ περὶ τούτων ἀπόδειξις καὶ Ἀπολ‐ λοδώρῳ, περὶ πᾶσαν ἱστορίαν ἀνδρὶ δεινῷ. | |
7.2 | Τοῦτ’ ἔγωγε τὴν ἐπὶ πλέον ἐξεργασίαν καὶ ἀκαίρου λόγου περιττὸν ὑπερθήσομαι μῆκος· | 7 |
7.3 | ἐκεῖνο δ’ ὃ ἐκ τῆς ἡμετέρας εἰκασίας ἀναγκαῖον εἰπεῖν, οὐ παρήσω, δεικνὺς ὅτι καὶ καθ’ Ὅμηρον αὑτός ἐστιν Ἀπόλλων καὶ ἥλιος. | |
7.4 | Τοῦτο δ’ εἰ λεπτῶς ἐθέλει σκοπεῖν τις, ἐξ ἁπάντων εὑρήσει τῶν ἐπιθέτων γνώριμον. | |
7.5 | Ἀμέλει Φοῖβον αὐτὸν εἴωθε συνεχῶς ὀνομάζειν, οὐ μὰ Δία οὐκ ἀπὸ Φοίβης, ἣν Λητοῦς φασὶν εἶναι μητέρα· | |
7.6 | σύνηθες γὰρ Ὁμήρῳ τοῖς πατρόθεν ἐπιθέτοις χρῆσθαι, τὰ δ’ ἐκ μητέρων οὐκ ἂν εὕροι τις ὅλως παρ’ αὐτῷ· | |
7.7 | Φοῖβον οὖν ἀπὸ τῶν ἀκτίνων λαμπρὸν αὐτὸν ὀνομάζει, τὸ μόνον ἡλίῳ προσὸν ἐξ ἴσου κοινώσας Ἀπόλλωνι. | |
7.8 | Καὶ μὴν οὐδ’ ἑκάεργον εἰκός ἐστιν Ἑκαέργης ὁμώνυ‐ μον εἷναι τῆς ἐξ Ὑπερβορέων 〈...〉 ἀπαρχὰς ἐπὶ Δῆλον ἐνεγκούσης, ἀλλ’ ἔστιν ἐτύμως ἑκάεργος, ὁ τὰ ἕκαθεν ἐργαζόμενος· | |
7.9 | τουτέστιν ὁ ἥλιος, πόρρωθεν ὁ ἀφεστὼς τῆς ἡμετέρας γῆς, ὡρῶν ἐπιγείων γεωργὸς εὐκαίρως ἐφίσταται, πνίγη χειμῶσιν ἀντιμετρῶν καὶ ἀρότου τε καὶ σπορᾶς, ἀμήτου τε καὶ τῶν κατὰ γεωμορίαν ἔργων αἴτιος | |
5 | ἀνθρώποις γενόμενος. | |
7.10 | Λυκηγενέτην δὲ προσηγόρευσεν αὐτὸν οὐχ ὡς ἐν | |
Λυκίᾳ γεγενημένον—ἕξω γὰρ οὖν τῆς Ὁμηρικῆς ἀναγ‐ νώσεως οὗτος ὁ νεώτερος μῦθος—, ἀλλ’ ὥσπερ οἶμαι τὴν ἡμέραν ἠριγένειαν ὀνομάζει, τὴν τὸ ἦρ γεννῶσαν, ὅπερ | 8 | |
5 | ἐστὶν ὄρθρον, οὕτω λυκηγενῆ προσηγόρευσε τὸν ἥλιον, ἐπειδὴ τοῦ κατὰ τὴν αἴθριον ὥραν λυκαυγοῦς αὐτός ἐστιν αἴτιος· | |
7.11 | ἢ ὅτι τὸν λυκάβαντα γεννᾷ, τουτέστι τὸν ἐνιαυτόν, ὅρος γὰρ ἐτησίου χρόνου διαδραμὼν ἥλιος ἐν μέρει τὰ δώδεκα ζῴδια. | |
7.12 | Καὶ μὴν χρυσάορον αὐτὸν ὠνόμασεν οὐχ ὡς ὑπεζωσ‐ μένον χρυσοῦν ξίφος—ἀνοίκειον γὰρ Ἀπόλλωνι τὸ ὅπλον, τοξότης γὰρ ὁ θεός—, | |
7.13 | ἀλλ’ ἐπειδήπερ ἐξ ἀνατολῶν χρυσῷ μάλιστα τὸ φέγγος ὁραθὲν ἔοικεν, εὐρέθη πρέπον ἐπίθετον ἡλίῳ διὰ τὰς ἀκτῖνας ὁ χρυσάορ. | |
7.14 | Ὅθεν οἶμαι κἀν τῇ θεομαχίᾳ «Ποσειδάων ἵσταται» διαμιλλώμενος· ἀεὶ γὰρ ἄπιστος ἔχθρα πυρὶ καὶ ὕδατι, τῶν δύο στοιχείων ἐναντίαν πρὸς ἄλληλα φύσιν ἀποκε‐ κληρωμένων· | |
7.15 | διὰ τοῦθ’ ὁ Ποσειδῶν, ὑγρά τις ὕλη καὶ παρὰ τὴν πόσιν οὕτως ὠνομασμένος, ἐξ ἀντιπάλου μάχεται ταῖς διαπύροις ἀκτῖσι τοῦ ἡλίου. Πρὸς γὰρ Ἀπόλλωνα ποίαν ἔχει πρόφασιν ἐξαίρετον ἀπεχθείας; | |
8.1 | Ταῦτα τοίνυν εἰρήσεται, ἀνθ’ ὅτου ποτὲ τὸν αὐτὸν ἀπεφηνάμην ἥλιον Ἀπόλλωνι. Καὶ τί πειρώμενος κατα‐ | |
σκευάζειν; αἱ λοιμικαὶ νόσοι τὴν μεγίστην ἔχουσι τῆς φθορᾶς πρόφασιν τὸν ἥλιον. | 9 | |
8.2 | Ὅταν μὲν γὰρ ἡ θέρειος αὐτοῦ μαλακὴ καὶ πραεῖα δι’ εὐκράτου τῆς ἀλέας ἡσυχῇ διαθάλπηται, σωτήριον ἀνθρώποις ἐπιμειδιᾷ φέγγος· | |
8.3 | αὐχμηρὰ δὲ καὶ διάπυρος ἐκκαεῖσα νοσηροὺς ἀπὸ γῆς ἀτμοὺς ἀφέλκεται, κάμνοντα δὲ τὰ σώματα καὶ διὰ τὴν ἀήθη τοῦ περιέχοντος τροπὴν νοσοῦντα λοιμικοῖς πάθεσιν ἀναλοῦται. | |
8.4 | Τῶν δ’ ὀξέων συμφορῶν αἴτιον Ὅμηρος ὑπεστήσατο τὸν Ἀπόλλωνα, διαρρήδην τοῖς αἰφνιδίοις θανάτοις ἐπιγράφων τὸν θεόν· φησὶ γάρ· Ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν | |
5 | οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν. | |
8.5 | Ἐπειδήπερ οὖν ἕνα μὲν καὶ τὸν αὐτὸν ὑφίσταται τῷ Ἀπόλλωνι τὸν ἥλιον, ἐκ δὲ τοῦ ἡλίου τὰ τοιαῦτα τῶν παθημάτων συνίσταται, φυσικῶς ἐπέστησε τῷ λοιμῷ τὸν Ἀπόλλωνα. | |
8.6 | Καὶ ὅτι, καθ’ ὃν καιρὸν συνέβαινε τοὺς Ἕλληνας ἐν τῷ λοιμῷ νοσεῖν, θέρειος ἦν ὁ καιρός, ἤδη πειράσομαι δικάσειν· ὥστε οὐκ ὀργὴν Ἀπόλλωνος, ἀλλ’ αὐτόματον φθορὰν ἀέρος εἶναι τὸ συμβεβηκός. | |
8.7 | Αὐτίκα τῶν ἡμερῶν τὸ μῆκος, εἰς πλείστην ἀμετρίαν ἐκτεινόμενον, ἐλέγχει τὴν ἀκμὴν τοῦ θέρους· «ὅτε τ’ ἤματα μακρὰ πέλονται.» | |
8.8 | Μία γὰρ ἀπὸ τῆς Ἀγαμέμνο‐ νος ἀριστείας ἐπὶ τὴν Ἀχιλλέως ἄνοπλον ἔξοδον ἡμέρα | |
παρατείνεται, καὶ τὸ μεῖζον, οὐδ’ ὁλόκληρος· Ἠέλιον γὰρ ἀκάμαντα βοῶπις πότνια Ἥρη | 10 | |
5 | πέμψεν ἐπ’ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι, χρεοκοπήσασα τῶν ὑπολειπομένων ὡρῶν οὐκ ὀλίγον οἶμαι μέρος. | |
9.1 | Αἱ δὲ μεταξὺ πράξεις εἰς ὀκτὼ ῥαψῳδίας μερίζονται. καὶ πρώτη μὲν ἡ ἐπὶ 〈πε〉διάδι μάχη, πολλὰς ἀνδραγαθίας ἑκατέρων ἐμπεριέχουσα· μετ’ αὐτὴν δὲ ἡ παρὰ τοῖς Ἑλληνικοῖς τείχεσι. | |
9.2 | καὶ τρίτην προστίθημι τὴν ἐπὶ ναυσὶ μάχην ἄχρι τῆς ἀναιρέσεως Πατρόκλου καὶ τῆς δι’ ἐκεῖνον Ἀχιλλέως ἐξόδου. πλὴν ὅμως τὸν ἀριθμὸν οὕτω πολὺν ὄντα τῶν ἔργων οὐκ ἄπιστον ἡ θέρειος ὥρα | |
5 | πεποίηκεν. | |
9.3 | Αἵ τε νύκτες ἥκιστα χειμέριοι. Πῶς ἂν κρύους ἐτόλμησεν Ἕκτωρ ταῖς Ἀχαϊκαῖς ἐπινυκτερεῦσαι ναυσίν; | |
9.4 | οὐδ’ ἂν «αὐλῶν συρίγγων τ’ ἐνοπὴ» διὰ τοῦ βαρβαρικοῦ στρατεύματος ἐπανηγυρίζετο. | |
9.5 | Στιβὰς γὰρ ἀλεεινὴ καὶ στρατόπεδα τοῖς πολεμοῦσι χειμῶνος εὐτρεπίζεται, τῶν δ’ ὑπαίθρων ἀγώνων ἐκτός εἰσιν· | |
9.6 | ὥστ’ οὐκ ἂν Ἕκτωρ τὴν πόλιν ἐκλιπών, ἐν ᾗ μετ’ ἀσφαλείας διέτριβεν ἐλθὼν ἄν, ἐπὶ τῇ θαλάττῃ γυμνὰ τὰ στρατεύματα καθίδρυσε. | |
9.7 | Πῶς δὲ τῶν κατὰ συμμαχίαν ἐληλυθότων ἕκαστος οὕτω ῥιψοκίνδυνος ἦν, ὡς παρ’ ὥραν ἐφεδρεύειν τοῖς πολεμίοις, καὶ μάλιστα τῆς Ἴδης ὑπερκειμένης, ὄρους | |
δυσχειμέρου, καὶ ῥεῖθρα ποταμῶν ἄπειρα πηγαζούσης. | 11 | |
9.8 | ἐκρήγνυται γὰρ ἀπὸ τῶν κατὰ μέρη λαγόνων Ῥῆσός θ’ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος καὶ Σιμόεις, | |
5 | οἳ δίχα τῶν ἀπ’ οὐρανοῦ φερομένων ὑετῶν ἱκανοὶ τὸ πεδίον ἦσαν ἐκλιμνάσαι. | |
9.9 | Φέρε δ’ οὖν ὑπ’ ἀναισθησίας τοὺς βαρβάρους τὸ ἀσύμφορον ἑλέσθαι τι ποιεῖν· ἀντὶ τίνος οἱ πάντα φρονήσει διαφέροντες Ἕλληνες ἐπιλεξάμενοι τοὺς ἀρίστους ἐπὶ τὴν κατασκοπὴν νύκτωρ ἀποπέμπουσιν, | |
9.10 | ἵν’ ἐκ τοῦ κατορ‐ θῶσαι τί τηλικοῦτον ὠφεληθῶσιν, ὁπόση βλάβη διαμαρ‐ τόντων ἀπήντα; νιφετὸς γὰρ εἷς καὶ χειμερίων ὑδάτων ἐπομβρία ῥᾳδίως ἂν ἀμφοτέρους κατέκλυσεν. | |
9.11 | Ἐγὼ μὲν γὰρ αὐτὴν νομίζω τὴν ἀπὸ τῆς πόλεως ἔξοδον ἐπὶ τὴν μάχην οὐκ ἄλλου τινὸς εἶναι καιροῦ σημεῖον ἢ θέρους. Ἅπας γὰρ ἀναπαύεται πόλεμος ἐν χειμῶνι, καὶ τὴν πρὸς ἀλλήλους ἐκεχειρίαν ἄγουσιν, | |
5 | οὔθ’ ὅπλα δυνάμενοι βαστάζειν οὔτε τὰς πολεμικὰς ὑπηρεσίας φέρειν. | |
9.12 | Πῶς γὰρ ἢ διῶξαι ῥᾴδιον ἢ φυγεῖν; πῶς δ’ ἂν αἱ χεῖρες εὐστοχίᾳ βάλλοιεν ὑπὸ τοῦ κρύους δεδεμέναι; θέρει δὲ τῷ μεσαιτάτῳ τὰ πλήθη τέτραπται πρὸς τὴν μάχην. | |
9.13 | καὶ τοῦθ’ ὅτι τοιοῦτόν ἐστιν, ἀπ’ οὐδε‐ μιᾶς εἰκασίας, ἀλλ’ ἐναργῶς σκεπτέον. | |
10.1 | Μετὰ γὰρ τὴν στρατηγικὴν Ἀγαμέμνονος διάπειραν | |
ἐξαναστάντες οἱ Ἕλληνες ἐπὶ τὰς ναῦς κατατρέχουσιν, «ὑπὸ δ’ ᾕρεον ἕρματα νηῶν», οὐ δήπου [ἢ] κατὰ πρῷραν ἐναντίων ἑστηκότων ἀνέμων οὐδ’ ἀπειλούσης τῆς θαλάττης· | 12 | |
10.2 | τίς γὰρ ἂν ἦν κυβερνήτης ἐπὶ πρόδηλον οὕτω κίνδυνον ἐξιοῦσιν, ἄλλως τε μηδ’ ὀλίγην περαιοῦσθαι μέλλουσιν αὐτοῖς θάλατταν; | |
10.3 | οὐ γὰρ εἰς Τένεδον ἀπῇρον οὐδ’ ἐπὶ Λέσβου καὶ Χίου παρευτρεπίζοντο τὸν πλοῦν· ἡ δ’ Ἑλλὰς ἀπῴκιστο πόρρω, καὶ τὸ πέλαγος ἦν χαλεπόν, ὃ καὶ θέρους ποτὲ πλέοντες ἐσφάλησαν. | |
10.4 | Ἔτι τοίνυν φερομένων ἀπὸ τῆς ἐκκλησίας αὐτῶν ἐγείρεται δαψιλὴς κόνις· Οἱ δ’ ἀλαλητῷ | |
5 | νῆας ἔπ’ ἐσσεύοντο, ποδῶν δ’ ὑπένερθε κονίη ἵστατ’ ἀειρομένη, | |
10.5 | τίνι τρόπῳ τῆς γῆς ἔτι διάβροχον ἐχούσης τοὔδαφος; ἔν τε ταῖς ἐφεξῆς παρατάξεσιν εἴωθε συνεχῶς λέγειν· λευκοὶ ὕπερθε γένοντο κονισσάλῳ, ὅν ῥα δι’ αὐτῶν οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων. | |
10.6 | Τί δ’ ἐπὶ τοῦ τετρωμένου Σαρπηδόνος; οὐ ῥιπὴ βό‐ ρειος ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν, ἀναψύξεως δεομένου τοῦ σώματος ἐν ἀέρι διαπύρῳ; | |
5 | καὶ πάλιν ἑτέρωθί που δίψῃ καὶ καρχαλέοι, κεκονιμένοι ἐκ πεδίοιο, καὶ Ἱδρῶ ἀπεψύχοντο πίον τ’ ἀκέοντό τε δίψαν. Ἅπερ ἐν χειμῶνι μὲν ἀμήχανα συμβῆναί τινι, θέρους δὲ | |
10 | μαχομένοις ἦν ἀλεξήματα. | 13 |
10.7 | Τί δεῖ τὰ πολλὰ μηκύνειν; σχεδὸν γὰρ ἀπόχρη, κἂν εἴ τι τῶν εἰρημένων ἓν ἀπεδείξαμεν, ἐκφῆναι τοῦ ἔτους τὸν καιρόν· Καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι, | |
5 | καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον. | |
11.1 | Εἰ δὲ θέρος μὲν ὁμολογεῖται κατ’ ἐκεῖνον εἶναι τὸν χρόνον, αἱ δὲ νόσοι περὶ τὴν θέρειον ὥραν συνίστανται, τῶν δὲ λοιμικῶν παθημάτων προστάτης Ἀπόλλων, τί λοιπὸν ἢ δοκεῖν τὸ συμβεβηκὸς οὐ θεοῦ μῆνιν, ἀλλὰ | |
5 | συντυχίαν ἀέρος γενέσθαι; | |
11.2 | σφόδρα γοῦν πιθανῶς Ἡρόδικος ἀποφαίνεται μηδ’ ὅλην τὴν δεκαετίαν ἐν Ἰλίῳ μεμενηκέναι τοὺς Ἕλληνας, ἀλλ’ ἐπὶ τέλει τοῦ καθειμαρ‐ μένου χρόνου τῆς ἁλώσεως ἐληλυθέναι. | |
11.3 | καὶ γὰρ ἦν ἄλογον εἰδότας ἐξ ὧν προεῖπεν ὁ Κάλχας, ὅτι τῷ δεκάτῳ πόλιν αἱρήσουσιν εὐρυάγυιαν, ἐπ’ οὐδενὶ χρησίμῳ τοσούτων ἐτῶν ἀργίαν ἀναλίσκειν, | |
5 | ἀλλ’ εἰκὸς ἐν τοῖς μεταξὺ καιροῖς περιπλέοντας ἄνω καὶ κάτω τὴν Ἀσίαν ἅμα τάς τε πολεμιστηρίους ἀσκήσεις ὑπογυμνάζειν καὶ λαφύρων τὸ στρατόπεδον ἐμπιπλάναι, | |
11.4 | τοῦ δεκάτου δ’ ἐνστάντος ἔτους, ἐν ᾧ πεπρωμένον ἦν τὸ τῆς ἁλώσεως τέλος, ἀθρόους καταχθῆναι. | |
11.5 | κοῖλα δ’ αὐτοὺς τενάγη καὶ τόπος ἑλώδης ἐξεδέχετο, καὶ διὰ τοῦτο θέρους ἐνστάντος ἡ λοιμικὴ νόσος ἐγκατέσκηψε. | |
12.1 | Νῦν τοίνυν καὶ τὰ κατὰ μέρος εἰρημένα περὶ τῆς νόσου διασκεψώμεθα· σχεδὸν γὰρ ἅπαντα συνάψει τοῖς ὑφ’ ἡμῶν λεγομένοις. | 14 |
12.2 | Καὶ πρωτήν γε φυσικὴν ὑπε‐ στήσατο τὴν φερομένην ἀπὸ τῶν ὀϊστῶν φωνήν, οὐ μὰ Δί’ οὐ μυθικῶς βέλη φθεγγόμενα τερατευόμενος, ἀλλ’ ἔστιν ἐν τῷ στίχῳ θεωρία φιλόσοφος· | |
5 | Ἔκλαγξαν δ’ ἄρ’ ὀιστοὶ ἐπ’ ὤμων χωομένοιο αὐτοῦ κινηθέντος. | |
12.3 | Εἰσὶ γάρ, εἰσί τινες οὐράνιοι μεθ’ ἁρμονίας ἐμμελεῖς ἦχοι κατὰ τὴν ἀίδιον φορὰν ἀποψαλλόμενοι, μάλιστα δὲ τῆς ἡλιακῆς περιόδου συντόνως φερομένης. | |
12.4 | Οὐ γὰρ δήπου ῥάβδῳ μὲν ὑγρᾷ πλήξας τις εἰκῇ τὸν ἀέρα καὶ λίθον ἀπὸ σφενδόνης ἀφεὶς ῥοίζους ἀποτελεῖ καὶ συ‐ ριγμοὺς οὕτω βαρύφθογγον, τηλικούτων δὲ σωμάτων ἡ | |
5 | κυκλοπόρος βία δρόμοις ἀπ’ ἀνατολῆς εἰς δύσιν ἁρματηλα‐ τουμένη μεθ’ ἡσυχίας τὸν σφοδρὸν ὁδοιπορεῖ νόμον. | |
12.5 | Τούτους δὲ τοὺς διηνεκῶς οὐρανῷ τελουμένους φθόγγους ἀγνοοῦμεν ἢ διὰ τὴν ἀπὸ πρώτης γονῆς συνήθειαν ἐνδελεχῶς ἐνοικοῦσαν ἡμῖν, ἢ διὰ τὴν ἄμετρον ὑπερβολὴν τοῦ διαστήματος ἐκλυομένου τοῦ ψόφου τῷ διείργοντι | |
5 | μέτρῳ. | |
12.6 | Καὶ τοῦθ’ ὅτι τοιοῦτόν ἐστιν, ὁ φυγαδεύων Ὅμηρον ἐκ τῆς ἰδίας πολιτείας συγκαταινεῖ Πλάτων οὕτω λέγων· | |
12.7 | Ἔτι δὲ τῶν κύκλων αὐτοῦ ἄνωθεν ἐφ’ ἑκάστου βεβηκέναι Σειρῆνα συμπεριφερομένην φωνὴν μίαν ἱεῖσαν ἕνα τόνον· ἁπασῶν δ’ ὀκτὼ οὐσῶν μίαν ἁρμονίαν συμφωνεῖν. | |
12.8 | Ὁμοίως δὲ καὶ ὁ Ἐφέσιος Ἀλέξανδρος ἐπεξελθὼν ὅπως κατὰ τάξιν οἱ πλάνητες ἀστέρες ὁδεύουσιν, ἐπάγει περὶ τῶν ἑκάστου φθόγγων· | 15 |
12.9 | Πάντες δ’ ἑπτατόνοιο λύρης φθόγγοισι συνῳδὸν ἁρμονίην προσέχουσι, διαστὰς ἄλλος ἐπ’ ἄλλου. Δι’ ὧν ἂν εἴη γνώριμον, ὡς οὐ κωφὸς οὐδ’ ἄφθογγός ἐστιν ὁ κόσμος. | |
13.1 | Ἀρχὴ δὲ ταύτης τῆς δόξης Ὅμηρος, εἰπὼν τὰς ἡλιακὰς ἀκτῖνας ἀλληγορικῶς βέλη, προσθεὶς δ’ ὅτι φερόμεναι διὰ τοῦ ἀέρος ἔκλαγξαν ἰδίαν ἔνθεόν τινα φωνήν. | |
13.2 | Τὰ κοινὰ δὲ τῶν φθόγγων παραστήσας ἐπὶ τὸ ἴδιον εὐθὺς τοῦ λόγου μετέβη προσθείς· ὁ δ’ ἤιε νυκτὶ ἐοικώς. | |
13.3 | Οὐ γὰρ ἀκήρατον φῶς οὐδ’ ἀμιγὲς ἀχλύος μελαίνης ὑφίσταται τὸ τοῦ ἡλίου, νυκτὶ δ’ αὐτὸν ἐθόλωσεν, ὁποία σχεδὸν εἴωθεν ἐν τοῖς λοιμικοῖς πάθεσιν ἐπιπροσθεῖν τῷ δι’ ἡμέρας φέγγει. | |
13.4 | Πῶς γε μὴν τοξάζειν ἐσπουδακὼς Ἀπόλλων ἕζετ’ ἔπειτ’ ἀπάνευθε νεῶν, μετὰ δ’ ἰὸν ἕηκεν, δεινὴ δὲ κλαγγὴ γένετ’ ἀργυρέοιο βιοῖο; | |
13.5 | εἰ γὰρ οὖν δι’ ὀργὴν ἐτόξευεν, ἐγγὺς ἔδει τοῖς τιτρωσ‐ | |
κομένοις ἑστάναι τὸν βάλλοντα. Νῦν δ’ ἀλληγορῶν τὸν ἥλιον εἰκότως ἄπωθεν αὐτοῦ τὴν φορὰν τῆς λοιμικῆς ἀκτῖνος ὑπεστήσατο. | 16 | |
14.1 | Καὶ μὴν ἐναργέστατον ἐπιφέρει μετὰ τοῦτο σημεῖον εἰπών· Οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς. | |
14.2 | Οὐ γὰρ οὕτως ἄκριτον ἦν παρανάλωμα τῆς Ἀπόλ‐ λωνος ὀργῆς τὰ ἄλογα τῶν ζῴων οὐδ’ ἂν ὁ θυμὸς ἀφρόνως ἡμιόνοις ἐνήκμαζε καὶ κυσίν, ὡς τὸ Θρᾳκικὸν ἀνδράποδον Ὁμήρου κατεξανίσταται, λέγω δὲ τὸν Ἀμφιπολίτην | |
5 | Ζώιλον ἄνω καὶ κάτω τοιούτους τινὰς λήρους φληνα‐ φοῦντα. | |
14.3 | Ὅμηρος δὲ καὶ σφόδρα φυσικῶς τὴν περὶ τὰ λοιμικὰ τῶν παθημάτων συντυχίαν διὰ τούτου παρίστησιν· αἱ γὰρ ἐμπειρίαι ἰατρικῆς τε καὶ φιλοσοφίας ἔχουσαι δι’ ἀκριβοῦς παρατηρήσεως ἔγνωσαν ἐν ταῖς λοιμικαῖς νόσοις τὸ | |
5 | δεινὸν τῶν τετραπόδων ζῴων ἀρχόμενον. | |
14.4 | Κατ’ ἄμφω δ’ ἡ πρόφασίς ἐστιν εὔλογος, ὥστ’ εὐάλωτα πρὸς τὸ δεινὸν εἶναι· τῆς τε γὰρ διαίτης τὸ ἀκριβὲς θηρᾶται, δι’ ἣν ἀταμιεύτως σιτίων τε καὶ ποτῶν πιμπλάμενα διαφθείρεται | |
5 | μηδενὸς λογισμοῦ τὴν ἐπὶ τὸ πλεῖον ὁρμὴν χαλινοῦντος· | |
14.5 | ἔπειθ’, ὃ καὶ μᾶλλον ἀληθές ἐστιν, οἱ μὲν ἄνθρωποι | |
μεταρσίοις ταῖς ἀναπνοαῖς τὸν καθαρώτατον ἕλκοντες ἀέρα βραδύτερον ἁλίσκονται τῷ πάθει, τὰ δ’ ἐπὶ γῆς ἐρριμμένα ζῷα τοὺς νοσώδεις ἐκεῖθεν ἀτμοὺς εὐμαρέστερον | 17 | |
5 | ἕλκει. | |
14.6 | Πάνυ γε μὴν ἀληθῶς οὐκ ἐν ἀρτίοις ἡμέραις τὴν ἀπαλλαγὴν τῆς νόσου δεδήλωκεν, ἀλλ’ ἐν περιτταῖς· Ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο. μάλιστα γὰρ ἐν τῇ παρ’ ἕκαστα πείρᾳ γνώριμόν ἐστι | |
5 | τοῦθ’ ὅτι κρίσιμοι τῶν σωματικῶν παθημάτων αἱ περιτταὶ γίγνονται τῶν ἡμερῶν. | |
15.1 | Λυτὴρ δ’ Ἀχιλλεὺς τῆς νόσου· Χείρων γὰρ αὐτὸν ἐδίδαξε, «δικαιότατος Κενταύρων», ὃς πάσῃ μὲν ἐκέκαστο σοφίᾳ, περιττὸς δ’ ἦν τὴν ἰατρικὴν, ὅπου γνώριμον αὐτῷ φασιν εἶναι καὶ Ἀσκληπιόν. | |
15.2 | Προσέθηκε δ’ Ἀχιλλεῖ θεραπεύοντι φυσικῶς ἀλληγορήσας θεὰν Ἥραν· Τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη. | |
15.3 | Δύο γὰρ ὄντων κατὰ τοὺς φυσικοὺς τῶν πνευματικῶν στοιχείων, αἰθέρος τε καὶ ἀέρος, τὸν μὲν Δία τὴν πυρώδη φαμὲν οὐσίαν, ἡ δὲ Ἥρα μετ’ αὐτόν ἐστιν ἀήρ, μαλακώ‐ τερον στοιχεῖον, διὰ τοῦτο καὶ θῆλυ. | |
15.4 | Τὰ δ’ ἀκριβῆ περὶ τούτου διαλεξόμεθα μικρὸν ὕστερον. | |
15.5 | Νῦν δ’ ἀπόχρη τοσοῦτον εἰπεῖν, ὅτι τοῦ πάλαι θολεροῦ διαχυθέντος ἀέρος αἰφνιδίως διεκρίθη τὸ συμβάν. | |
15.6 | Οὐδὲ γὰρ ἀλόγως | |
λευκώλενον εἶπε τὴν Ἥραν, ἀλλ’ ἀπὸ τοῦ συμβεβηκότος, ὅτι τὴν νυκτὶ προσεοικυῖαν ἀχλὺν ὁ λευκὸς ἀὴρ ἐπὶ τὸ καθαρώτερον ἐλάμπρυνεν. | 18 | |
15.7 | Εἶτ’ ἀνεθὲν τῆς νόσου τὸ Ἑλληνικὸν πλῆθος ἐπὶ τὴν συνήθη τοῖς ἀπηλλαγμένοις ὁδὸν ἐτράπη, λέγω δὲ τοὺς ὀνομαζομένους ἀποτροπιασ‐ μούς τε καὶ καθαρμούς· | |
5 | Οἳ δ’ ἀπελυμαίνοντο, καὶ εἰς ἅλα λύματ’ ἔβαλλον. | |
16.1 | Δοκεῖ δέ μοι καὶ Ὀδυσσεὺς οὐδένα ἄλλον ἢ τὸν Ἥλιον ἱλάσκεσθαι δι’ ἧς προσηνέγκατο θυσίας· ἀμέλει πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο. Ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, | |
5 | δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός. | |
16.2 | Πέρας γάρ ἐστι τῆς εὐσεβείας ἡ δύσις, ἕως ἀκούοντα καὶ βλέποντα τὸν θεὸν ἐτίμων· μηκέτι δ’ αὐτοῦ τοῖς τελουμένοις παρεῖναι τὸ λοιπὸν δυναμένου τὸ τῆς ἑορτῆς πέπαυται. | |
16.3 | Πρός γε μὴν βαθὺν τὸν ὄρθρον ἀναχθέντων φησὶν ὁ ποιητής· Τοῖσι〈ν〉δ’ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων, τὸ περὶ τὸν ἥλιον ἐσπουδακὼς ἰδίωμα δηλοῦν. | |
16.4 | Ἄχρι γὰρ οὐδέπω φλογώδης οὐδ’ ἔμπυρος ἐπὶ μεσημβρίαν ὁ δρόμος αὐτοῦ νένευκεν, ἡ δροσώδης ἰκμάς, ὑγρὸν τὸ περιέχον ἀφεῖσα, ἀμυδρὰ καὶ νωθῆ παραπέμπεται τὰ | |
5 | πρὸς ἕω πνεύματα. Διὰ τοῦτο τὸ ὄρθιον ὁ ἥλιος αὐτοὺς ἐναυστόλησεν, ἱκανὸν ἀποστείλας ἄνεμον, τὸν ἐκ τῆς ἰκμάδος πνέοντα. | 19 |
16.5 | Τὴν μὲν οὖν πρώτην ἀλληγορίαν ἐπεδείξαμεν οὐ θυμὸν Ἀπόλλωνος ὀργισαμένου μάτην, ἀλλὰ φυσικῆς θεωρίας φιλοσοφοῦσαν ἔννοιαν. | |
17.1 | Ἐφεξῆς δ’ ἡμῖν σκεπτέον ὑπὲρ τῆς ἐφισταμένης Ἀθη‐ νᾶς Ἀχιλλεῖ· Ἕλκετο γὰρ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ’ Ἀθήνη οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη, | |
5 | ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε. Στῆ δ’ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα, οἴῳ φαινομένη, τῶν δ’ ἄλλων οὔτε ὁρᾶτο. Θάμβησεν δ’ Ἀχιλεύς, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω Παλλάδ’ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν. | |
17.2 | Τὸ μὲν γὰρ πρόχειρον ἐκ τῶν λεγομένων ἔστιν εἰπεῖν, ὅτι μεταξὺ τοῦ σπωμένου σιδήρου θεά, παντὸς ὀξυτέρα τάχους τὴν οὐράνιον ἐκλιποῦσα διατριβήν, ἐμποδὼν ἔστη τῇ μιαιφονίᾳ, πάνυ γραφικῷ σχήματι τῆς κόμης ἀπρὶξ | |
5 | ὄπισθεν Ἀχιλλέως λαβομένη. | |
17.3 | Λαμπρά γε μὴν καὶ λίαν φιλόσοφος ὑφεδρεύει τοῖς νοουμένοις κατ’ ἀλληγορίαν ἐπιστήμη. | |
17.4 | Πάλιν οὖν ὁ πρὸς Ὅμηρον ἀχάριστος ἐν τῇ πολιτείᾳ Πλάτων ἐλέγχεται διὰ τούτων τῶν ἐπῶν τὸ περὶ τῆς ψυχῆς δόγμα νοσφισάμενος ἀπ’ αὐτοῦ. | |
17.5 | Τὴν γὰρ ὅλην ψυχὴν διῄρηκεν εἰς γένη δύο, τό τε | |
λογιστικὸν καὶ τὸ ἄλογον ὑπ’ αὐτοῦ προσαγορευόμενον. | 20 | |
17.6 | Τοῦ δ’ ἀλόγου μέρους ἰδικωτέραν ὑφίσταται διαίρεσιν, εἰς δύο μερίζων, καὶ τὸ μὲν ἐπιθυμητικὸν ὀνομάζει, τὸ δ’ ἕτερον θυμοειδές. | |
17.7 | Καὶ καθάπερ δὲ οἴκους τινὰς ἑκάστῳ μερίζει καὶ διατριβὰς ἐν τῷ σώματι διένειμεν· | |
17.8 | τὸ μὲν οὖν λογικὸν τῆς ψυχῆς ἀκρόπολίν τινα τὴν ἀνωτάτω τῆς κεφαλῆς μοῖραν εἰληχέναι νομίζει, πᾶσι τοῖς αἰσθητηρίοις ἐν κύκλῳ δορυφορούμενον, τοῦ δ’ ἀλόγου μέρους ὁ μὲν | |
5 | θυμὸς οἰκεῖ περὶ τὴν καρδίαν, αἱ δὲ τῶν ἐπιθυμιῶν ὀρέξεις ἐν ἥπατι. | |
17.9 | Ταῦτα δ’ ἀλληγορικῶς ἐν τῷ Φαίδρῳ προσωμοίωσεν ἵπποις τε καὶ ἡνιόχῳ, διαρρήδην λέγων· | |
17.10 | Ὁ μὲν τοίνυν αὐτῶν ἐν τῇ καλλίονι στάσει ὢν τό τ’ εἶδος ὀρθὸς καὶ διηρθρωμένος, ὑψαύχην, ἐπίγρυπος, λευκὸς ἰδεῖν, μελανόμματος, τιμῆς ἐραστὴς μετὰ σωφροσύνης τε καὶ αἰδοῦς, δόξης ἑταῖρος, ἄπληκτος, κελεύσματι καὶ λόγῳ | |
5 | μόνῳ ἡνιοχεῖται. | |
17.11 | Ταῦτα μὲν περὶ θατέρου μέρους τῆς ψυχῆς. περὶ δὲ τοῦ λοιποῦ φησίν· | |
17.12 | Ὁ δ’ αὖ σκολιός, πολύς, εἰκῇ συμπεφορημένος, κρατεραύχην, πολυτράχηλος, σιμοπρόσωπος, μελανόχρως, γλαυκόμματος, ὕφαιμος, ὕβρεως καὶ ἀλαζονείας ἑταῖρος, περὶ ὦτα λάσιος, ὑπόκωφος, μάστιγι μετὰ κέντρων μόλις | |
5 | ὑπείκων. | |
17.13 | Τὸ μέντοι λογικὸν μέρος τῆς ψυχῆς, ὃ ἐν τῇ κεφαλῇ | |
καθίδρυτο, τῶν ὅλων πεποίηκεν ἡνίοχον οὑτωσὶ λέγων· | 21 | |
17.14 | Περὶ δὲ τοῦ κυριωτάτου παρ’ ἡμῖν ψυχῆς εἴδους δια‐ νοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ δαίμονα θεὸς ἑκάστῳ δέδωκε, τοῦτο ὃ δὴ φαμὲν οἰκεῖν μὲν ἡμῶν ἐπ’ ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ ξυγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν | |
5 | ὡς ὄντας φυτὸν οὐκ ἐπίγειον, ἀλλ’ οὐράνιον. | |
18.1 | Ταῦτα τοίνυν ὥσπερ ἐκ πηγῆς τῶν Ὁμηρικῶν ἐπῶν εἰς τοὺς ἰδίους διαλόγους ὁ Πλάτων μετήρδευσεν. Καὶ πρῶτόν γε περὶ τῶν ἀλόγων μερῶν τῆς ψυχῆς σκεπτέον. | |
18.2 | Ὅτι μὲν γὰρ ὁ θυμὸς εἴληχε τὸν ὑποκάρδιον χῶρον, Ὀδυσσεὺς τοῦτο ποιήσει σαφὲς ἐν τῇ κατὰ μνησ‐ τήρων ὀργῇ καθάπερ οἶκόν τινα τῆς μισοπονηρίας θυρο‐ κρουστῶν τὴν καρδίαν· | |
18.3 | Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· τέτλαθι δή, κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἔτλης. | |
18.4 | Ἀφ’ ἧς γὰρ αἱ θυμικαὶ ῥέουσι πηγαί, πρὸς ταύτην ὁ λόγος ἀποκλίνων. | |
18.5 | Τόν γε μὴν Τιτυὸν ἐρασθέντα τῶν Διὸς γάμων, ἀφ’ οὗ μέρους ἤρξατο νοεῖν, εἰς τοῦτο ὑφίσταται κολαζόμενον· | |
18.6 | Γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον. Ἀντὶ τίνος, Ὅμηρε; Λητὼ γὰρ εἵλκυσε, Διὸς κυδρὴν παράκοιτιν. | |
18.7 | Ὥσπερ δὲ οἱ νομοθέται τοὺς πατροτύπτας χειροκο‐ | |
ποῦσιν, τὸ δυσσεβῆσαν αὐτῶν μέρος ἐξαιρέτως ἀποτέμ‐ νοντες, οὕτως Ὅμηρος ἐν ἥπατι κολάζει τὸν δι’ ἧπαρ ἀσεβήσαντα. | 22 | |
18.8 | Περὶ μὲν δὴ τῶν ἀλόγων τῆς ψυχῆς μερῶν οὑτωσὶ πεφιλοσόφηκεν. | |
19.1 | Λοιπὸν οὖν καταλείπεται ζητεῖν, ἐν ᾧ τόπῳ τὸ λογικὸν ἵδρυται μέρος. | |
19.2 | Ἔστι τοίνυν ἡ κεφαλὴ, καθ’ Ὅμηρον ἐν τῷ σώματι τὴν κυριωτάτην εἰληχυῖα τάξιν· | |
19.3 | ὅλον οὖν εἴωθεν ὀνομάζειν τὸν ἄνθρωπον ἐξαιρέτως ἀφ’ ἑνὸς τοῦ κρατίστου τὰ λοιπὰ δηλῶν· Τοίην γὰρ κεφαλὴν ἕνεκ’ αὐτῶν γαῖα κατέσχε, | |
5 | τὸν Αἴαντα. | |
19.4 | Καὶ σαφέστερον ἐπὶ τοῦ Νέστορος ἵππου κυριώτατον ἀποφαίνεται τοῦτο μέρος, ὅθι ταὶ πρῶται τρίχες ἵππων κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστι. | |
19.5 | Ταύτην δὲ τὴν δόξαν ἀλληγορικῶς βεβαιῶν τὰ κατὰ τὴν Ἀθηνᾶν ἡμῖν παραδέδωκεν. | |
19.6 | Ἐπειδὴ γὰρ ὁ Ἀχιλλεὺς ὑπόπλεως ὀργῆς γενόμενος ὥρμησεν ἐπὶ τὸν σίδηρον, ἐπισκοτουμένου τοῦ κατὰ τὴν κεφαλὴν λογισμοῦ τοῖς περὶ τὰ στέρνα θυμοῖς, κατ’ ὀλίγον ἐκ τῆς ἀγανακτούσης | |
5 | μέθης ὁ νοῦς ἐπὶ τὸ βέλτιον ἀνένηψεν. | |
19.7 | Ἡ δὲ σὺν φρονήσει μετάνοια δικαίως ἐν τοῖς ποιήμασιν Ἀθηνᾶ νομίζεται. | |
19.8 | Σχεδὸν γὰρ ἡ θεὸς οὐκ ἄλλου τινὸς ἢ συνέσεως ἐπώνυμός ἐστιν, ἀθρηνᾶ τις οὖσα καὶ πάντα τοῖς λεπτο‐ τάτοις ὄμμασι τῶν λογισμῶν διαθροῦσα. | |
19.9 | Διὸ δὴ καὶ | |
παρθένον αὐτὴν ἐτήρησαν—ἄφθορον γὰρ ἀεὶ τὸ φρόνημα, οὐδεμιᾷ κηλῖδι μιανθῆναι δυνάμενον—, ἔκ τε τῆς τοῦ Διὸς κεφαλῆς γεγενῆσθαι δοκεῖ· τοῦτον γὰρ ἀπεφηνάμεθα | 23 | |
5 | τὸν χῶρον ἰδίως λογισμῶν εἶναι μητέρα. | |
20.1 | Καὶ τί δεῖ τὰ πολλὰ μηκύνειν; οὐδὲν ἢ τελέως φρόνησις αὕτη. | |
20.2 | Τοιγαροῦν ἀπὸ τῶν διαφλεξάντων Ἀχιλλέα θυμῶν ὥσπερ τι σβεστήριον κακοῦ φάρμακον ἐπέστη, ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα. | |
20.3 | Παρ’ ὃν μὲν γὰρ ὀργίζεται καιρόν, ἐν τοῖς στέρνοις ὁ θυμὸς ἕστηκεν· | |
20.4 | ἕλκων γὰρ τὸ ξίφος, στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν. | |
20.5 | Ἡνίκα δ’ ἡ ὀργὴ πέπειρα γίνεται, μετειλήχασι δ’ αὐτὸν οἷα μετανοοῦντα ἤδη λογισμοί, τῆς κεφαλῆς ἀπρὶξ ἡ φρόνησις εἴληπται. | |
20.6 | Θάμβησε δ’ Ἀχιλεύς· τὸ πρὸς πάντα κίνδυνον ἀτρεμὲς αὐτοῦ καὶ ἀκατάπληκτον ὁρῶν ἐφοβήθη τὴν ἐκ λογισμῶν μετάνοιαν. | |
20.7 | Ἐπιγνοὺς δ’ εἰς οἷον κακὸν προκυλισθῆναι παρὰ μικρὸν ἔμελλεν, ὡς ἡνίοχον εὐλαβήθη τὸν ἐφεστῶτα νοῦν· ὅθεν οὐδὲ παντελῶς ἀπήλλακται τῆς ὀργῆς. | |
20.8 | Ἐπιφέρει γοῦν· | |
Ἀλλ’ ἤτοι ἔπεσι〈ν〉 μὲν ὀνείδισον, ὡς ἔσεταί περ. | 24 | |
20.9 | Θεὰ μὲν οὖν βοηθοῦσα πάντως ἂν ὁλόκληρον εἰρήνην τοῦ πάθους κατεσκεύασεν· | |
20.10 | ἐπειδὴ δὲ λογισμὸς ἀνθρώ‐ πινος ἦν, τὸ ξίφος ἀνεῖρξεν ἀναγκαίως, καὶ τὸ μὲν ἄχρι τῶν ἔργων τολμηρὸν ἐκκέκοπται, ὑπομένει δὲ ἔτι λείψανα τῆς ὀργῆς· | |
20.11 | οὐ γὰρ ἀθρόως ὑφ’ ἕνα καιρὸν οἱ μεγάλοι θυμοὶ τῶν παθῶν ἀποκόπτονται. | |
20.12 | Καὶ τὰ μὲν περὶ Ἀθηνᾶς, ἣν μεσῖτιν ὑπεστήσατο τοῦ πρὸς Ἀγαμέμνονα θυμοῦ, αὐτῆς ἀλληγορίας ἀξιούσθω. | |
21.1 | Βαρύτατον δ’ ἔγκλημα κατὰ Ὁμήρου καὶ πάσης καταδίκης ἄξιον, εἴπερ ἄρα μεμύθευκεν ὡς ἐν τοῖς ἐφεξῆς ἔνεστιν εὑρεῖν, ὅτε τῶν ἁπάντων ἡγεμόνα | |
21.2 | ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη. Ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα, θεά, ὑπελύσαο δεσμῶν, ὦχ’ ἑκατόγχειρον καλέσας’ ἐς μακρὸν Ὄλυμπον, | |
5 | ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες Αἰγαίων’· ὁ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμείνων. | |
21.3 | Ἐν τούτοις τοῖς στίχοις ἄξιός ἐστιν Ὅμηρος οὐκ ἐκ μιᾶς τῆς Πλάτωνος ἐλαύνεσθαι πολιτείας, ἀλλ’ ὑπὲρ Ἡρακλέους φασὶν ἐσχάτας στήλας καὶ τὴν ἄβατον Ὠκεανοῦ θάλατταν. | |
21.4 | Ζεὺς γὰρ ὀλίγου δεσμῶν πεπείραται, καὶ τὴν ἐπιβου‐ λὴν αὐτῷ συνιστᾶσιν οὐχ οἱ Τιτᾶνες οὐδὲ τὸ κατὰ Παλλή‐ νην θράσος Γιγάντων, | |
21.5 | ἀλλ’ Ἥρα, διπλοῦν ὄνομα, φύσεως | |
καὶ συμβιώσεως, ὅ τ’ ἀδελφὸς Ποσειδῶν, ἐξ ἴσου νεμηθεὶς ἅπαντα καὶ οὐχὶ τοῦ διαμαρτεῖν ἧς ὤφειλε τιμῆς ἠξιῶσθαι κατὰ τοῦ πλεονεκτήσαντος ἠγανακτηκώς, τρίτη δ’ Ἀθηνᾶ, | 25 | |
5 | διὰ μιᾶς ἐπιβουλῆς εἰς πατέρα καὶ μητέρα δυσσεβοῦσα. | |
21.6 | Νομίζω δ’ ἔγωγε τῆς ἐπιβουλῆς Διὶ τὴν σωτηρίαν ἀπρεπεστέραν· Θέτις γὰρ αὐτὸν ἀπήλλαξε τῶν δεσμῶν καὶ Βριάρεως· ἀπρεπεῖς δ’ αἱ τοιαῦται ἐλπίδες, ὡς τοιούτων δεηθῆναι συμμάχων. | |
22.1 | Ταύτης τοίνυν τῆς ἀσεβείας ἕν ἐστιν ἀντιφάρμακον, ἐὰν ἐπιδείξωμεν ἠλληγορημένον τὸν μῦθον· ἡ γὰρ ἀρχέ‐ γονος ἁπάντων καὶ πρεσβυτέρα φύσις ἐν τούτοις τοῖς ἔπεσι θεολογεῖται. | |
22.2 | Καὶ τῶν φυσικῶν κατὰ τὰ στοιχεῖα δογμάτων εἷς ἀρχηγὸς Ὅμηρος, ἑκάστῳ τινὶ τῶν μετ’ αὐτὸν ἧς ἔδοξεν εὑρεῖν ἐπινοίας γεγονὼς διδάσκαλος. | |
22.3 | Θάλητα μέν γε τὸν Μιλήσιον ὁμολογοῦσι πρῶτον ὑποστήσασθαι τῶν ὅλων κοσμογόνον στοιχεῖον τὸ ὕδωρ· ἡ γὰρ ὑγρὰ φύσις, εὐμαρῶς εἰς ἕκαστα μεταπλαττομένη, πρὸς τὸ ποικίλον εἴωθε μορφοῦσθαι. | |
22.4 | Τό τε γὰρ ἐξατμι‐ ζόμενον αὐτῆς ἀεροῦται, καὶ τὸ λεπτότατον ἀπὸ ἀέρος αἰθὴρ ἀνάπτεται, συνιζάνον τε τὸ ὕδωρ καὶ μεταβαλλόμενον εἰς ἰλὺν ἀπογαιοῦται· | |
22.5 | διὸ δὴ τῆς τετράδος τῶν στοιχείων ὥσπερ αἰτιώτατον ὁ Θάλης ἀπεφήνατο στοιχεῖον εἶναι τὸ ὕδωρ. | |
22.6 | Τίς οὖν ἐγέννησε ταύτην τὴν δόξαν; οὐχ Ὅμηρος, | |
εἰπών· Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται, | 26 | |
22.7 | φερωνύμως μὲν ὠκεανὸν εἰπὼν τὴν ὑγρὰν φύσιν παρὰ τὸ ὠκέως νάειν, τοῦτον δ’ ὑποστησάμενος ἁπάντων γενεάρχην; | |
22.8 | Ἀλλ’ ὁ Κλαζομένιος Ἀναξαγόρας, κατὰ διαδοχὴν γνώριμος ὢν Θάλητος, συνέζευξε τῷ ὕδατι δεύτερον στοιχεῖον τὴν γῆν, ἵνα ξηρῷ μιχθὲν ὑγρὸν ἐξ ἀντιπάλου φύσεως εἰς μίαν ὁμόνοιαν ἀνακραθῇ. | |
22.9 | Καὶ ταύτην δὲ τὴν ἀπόφασιν πρῶτος Ὅμηρος ἐγεώρ‐ γησεν, Ἀναξαγόρᾳ σπέρματα τῆς ἐπινοίας χαρισάμενος ἐν οἷς φησίν· Ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε. | |
22.10 | Πᾶν γὰρ τὸ φυόμενον ἔκ τινων εἰς ταὐτὰ ἀναλύεται διαφθειρόμενον, ὡσπερεὶ τῆς φύσεως ἃ δεδάνεικεν ἐν ἀρχῇ χρέα κομιζομένης ἐπὶ τέλει. | |
22.11 | Διὸ δὴ τοῖς Κλαζομενίοις δόγμασιν ἑπόμενος Εὐριπίδης φησί· Χωρεῖ δ’ ὀπίσω τὰ μὲν ἐκ γαίας φύντ’ εἰς γαῖαν, | |
5 | τὰ δ’ ἀπ’ αἰθρίου βλαστόντα γονῆς εἰς αἰθέρα. | |
22.12 | Καταρώμενος οὖν ὁ ποιητὴς τοῖς Ἕλλησι μίαν εὗρεν ἀρὰν φιλόσοφον, εἰ πάλιν ὕδωρ καὶ γῆ γένοιντο διαλυθέντες εἰς ταὐτά, ἀφ’ ὧν ἐπήχθησαν, ὅτε ἐγεννῶντο. | |
22.13 | Ἐσχάτη τοίνυν ὑπὸ τῶν μεγίστων φιλοσόφων ἡ τελεία τετρὰς ἐν τοῖς στοιχείοις συνεπληρώθη· | |
22.14 | δύο | |
μὲν γὰρ ὑλικά φασιν εἶναι, γῆν τε καὶ ὕδωρ, δύο δὲ πνευμα‐ τικά, αἰθέρα τε καὶ ἀέρα, τούτων δὲ τὰς φύσεις ἀλλήλαις ἐναντία φρονούσας, ὅταν εἰς τὸ αὐτὸ κερασθῶσιν, ὁμονοεῖν. | 27 | |
23.1 | Ἆρ’ οὖν, εἴ τις θέλοι τἀληθὲς ἐξετάζειν, οὐχὶ καὶ ταῦτα τὰ στοιχεῖα παρ’ Ὁμήρῳ φιλοσοφεῖται; | |
23.2 | καὶ περὶ μὲν τῶν Ἥρας δεσμῶν, ἐν οἷς ἡ τάξις ἠλληγόρηται τῶν τεττάρων στοιχείων, εὐκαιρότερον αὖθις ἐροῦμεν· | |
23.3 | νῦν δ’ ἀποχρῶσιν οἱ κατὰ τὴν τρίτην ῥαψῳδίαν ὅρκοι τὸ λεγόμενον ὑφ’ ἡμῶν βεβαιῶσαι· | |
23.4 | Ζεῦ κύδιστε, μέγιστε, κελαινεφές, αἰθέρι ναίων, Ἠέλιός θ’ ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις, καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας ἀνθρώπους τίνυσθον, ὅ τίς κ’ ἐπίορκον ὀμόσσῃ. | |
23.5 | Πρῶτον ἐπικαλεῖται τὸν ὀξύτατον αἰθέρα τὴν ἀνωτάτω τάξιν εἰληχότα· πυρὸς γὰρ εἰλικρινὴς φύσις, ἅτ’ οἶμαι κουφοτάτη, τὸν ὑψηλότατον ἀποκεκλήρωται χῶρον. | |
23.6 | Εἴη δ’ ἂν οἶμαι τοῦτο Ζεὺς ἐπώνυμος, ἤτοι τὸ ζῆν παρεχόμενος ἀνθρώποις ἢ παρὰ τὴν ἔμπυρον ζέσιν οὕτως ὠνομασμένος. | |
23.7 | Ἀμέλει δὲ καὶ ὁ Εὐριπίδης τὸν ὑπερτεταμένον αἰθέρα φησίν· Ὁρᾷς τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις; | |
5 | τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν. | |
23.8 | Ὁ μὲν οὖν πρῶτος αἰθὴρ καλεῖται μεσίτης τῶν | |
ὁρκίων. Ποταμοὶ δὲ καὶ γῆ, τὰ ὑλικὰ στοιχεῖα, μετὰ τὴν πρώτην φύσιν αἰθέρος. | 28 | |
23.9 | Τὸν δ’ ὑπένερθεν Ἀίδην ἀλλη‐ γορικῶς ἀέρα προσαγορεύει· | |
23.10 | μέλαν γὰρ τουτὶ τὸ στοιχεῖον, ὡς ἂν οἶμαι παχυτέρας καὶ διύγρου λαχὸν μοίρας· | |
23.11 | δίχα γοῦν τῶν καταφωτίζειν δυναμένων ἀλαμπής ἐστιν, ὅθεν εὐλόγως αὐτὸν Ἀίδην προσηγό‐ ρευσεν. | |
23.12 | Τί οὖν τὸ πέμπτον, Ἥλιος; ἵνα τι καὶ Περιπατη‐ τικοῖς φιλοσόφοις χαρίσηται, Ὅμηρος ἐπεκαλέσατο· καὶ τοῦτο γὰρ ἀξιοῦσιν ἑτέραν τοῦ πυρὸς εἶναι ταύτην τὴν φύσιν, ἣν κυκλοφορητικὴν ὀνομάζουσι, πέμπτον εἶναι | |
5 | τοῦτο τὸ στοιχεῖον ὁμολογοῦντες. | |
23.13 | Ὁ μὲν γὰρ αἰθὴρ διὰ τὴν κουφότητα πρὸς τοὺς ἀνωτάτω χωρεῖ τόπους, ἥλιος δὲ καὶ σελήνη καὶ τῶν ὁμοδρόμων αὐτοῖς ἕκαστον ἄστρων τὴν ἐν κύκλῳ φορὰν δινούμενα διατελεῖ, τῆς | |
5 | πυρώδους οὐσίας ἄλλην τινὰ δύναμιν ἔχοντα. | |
23.14 | Διὰ τούτων ἁπάντων ὑπεσήμηνεν ἡμῖν τὰ πρωτο‐ παγῆ στοιχεῖα τῆς φύσεως. | |
24.1 | Καὶ περὶ αὐτοῦ μηδεὶς λεγέτω, πῶς μὲν ὁ αἰθὴρ προσαγορεύεται Ζεύς, Ἀίδην δ’ ὀνομάζει τὸν ἀέρα καὶ συμβολικοῖς ὀνόμασι τὴν φιλοσοφίαν ἀμαυροῖ· | |
24.2 | παρά‐ δοξον γὰρ οὐδέν, εἰ ποιητής τις ὢν ἀλληγορεῖ, καὶ τῶν προηγουμένως φιλοσοφούντων τούτῳ τῷ τρόπῳ χρωμένων. | |
24.3 | Ὁ γοῦν σκοτεινὸς Ἡράκλειτος ἀσαφῆ καὶ διὰ συμβόλων εἰκάζεσθαι δυνάμενα θεολογεῖ τὰ φυσικὰ δι’ ὧν φησί· | 29 |
24.4 | Θεοὶ θνητοί· [τ’] ἄνθρωποι ἀθάνατοι, ζῶντες τὸν ἐκείνων θάνατον, θνῄσκοντες τὴν ἐκείνων ζωήν· | |
24.5 | καὶ πάλιν· Ποταμοῖς τοῖς αὐτοῖς ἐμβαίνομέν τε καὶ οὐκ ἐμβαί‐ νομεν, εἶμέν τε καὶ οὐκ εἶμεν· ὅλον τε τὸ περὶ φύσεως αἰνιγματῶδες ἀλληγορεῖ. | |
24.6 | Τί δ’ ὁ Ἀκραγαντῖνος Ἐμπεδοκλῆς; οὐχὶ τὰ τέτταρα στοιχεῖα βουλόμενος ἡμῖν ὑποσημῆναι τὴν Ὁμηρικὴν ἀλληγορίαν μεμίμηται; Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδ’ Ἀιδωνεὺς | |
5 | Νῆστίς θ’, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον. | |
24.7 | Ζῆνα μὲν εἶπε τὸν αἰθέρα, γῆν δὲ τὴν Ἥραν, Ἀιδωνέα δὲ τὸν ἀέρα, τὸ δὲ δακρύοις τεγγόμενον κρούνωμα βρότειον τὸ ὕδωρ. | |
24.8 | Οὐ δὴ παράδοξον, εἰ τῶν προηγουμένως ὁμολογούντων φιλοσοφεῖν ἀλληγορικοῖς ὀνόμασι χρησα‐ μένων ὁ ποιητικὴν ἐπαγγελλόμενος ἐξ ἴσου τοῖς φιλο‐ σόφοις ἠλληγόρησε. | |
25.1 | Λοιπὸν οὖν σκοπῶμεν, εἰ ἡ κατὰ Διὸς ἐπιβουλὴ τῶν στοιχείων ἐστὶν ἀπαρίθμησις καὶ φυσικωτέρας ἅπτεται θεωρίας. | |
25.2 | Φασὶ τοίνυν οἱ δοκιμώτατοι φιλόσοφοι ταῦτα περὶ τῆς διαμονῆς τῶν ὅλων· | |
25.3 | ἕως μὲν ἂν ἀφιλόνεικος ἡ ἁρμονία τὰ τέτταρα στοιχεῖα διακρατῇ, μηδενὸς ἐξαιρέτως ὑπερδυναστεύοντος, ἀλλ’ ἑκάστου κατ’ ἐμμέλειαν ἣν εἴληχε τάξιν οἰκονομοῦντος, ἀκινήτως ἕκαστα μένειν· | 30 |
25.4 | εἰ δ’ ἐπικρατῆσάν τι τῶν ἐν αὐτοῖς καὶ τυραννῆσαν εἰς πλείω φορὰν παρέλθοι, τὰ λοιπὰ συγχυθέντα τῇ τοῦ κρατοῦντος ἰσχύι μετ’ ἀνάγκης ὑπείξειν. | |
25.5 | Πυρὸς μὲν αἰφνιδίως ἐκζέσαντος ἁπάντων ἔσεσθαι κοινὴν ἐκπύρωσιν, εἰ δ’ ἀθροῦν ὕδωρ ἐκραγείη, κατακλυσμῷ τὸν κόσμον ἀπολεῖσθαι. | |
25.6 | Διὰ τούτων τοίνυν τῶν ἐπῶν μέλλουσάν τινα ταραχὴν ἐν τοῖς ὅλοις Ὅμηρος ὑποσημαίνει· | |
25.7 | Ζεὺς γάρ, ἡ δυνα‐ τωτάτη φύσις, ὑπὸ τῶν ἄλλων ἐπιβουλεύεται στοιχείων, Ἥρας μέν, τοῦ ἀέρος, Ποσειδῶνος δέ, τῆς ὑγρᾶς φύσεως, Ἀθηνᾶς δέ, τῆς γῆς, ἐπεὶ δημιουργός ἐστιν ἁπάντων | |
5 | καὶ θεὸς ἐργάνη. | |
25.8 | Ταῦτα δὴ τὰ στοιχεῖα πρῶτον μὲν συγγενῆ διὰ τὴν ἐν ἀλλήλοις ἀνάκρασιν· | |
25.9 | εἶτα συγχύσεως παρὰ μικρὸν αὐτοῖς γενομένης εὑρέθη βοηθὸς ἡ πρόνοια. | |
25.10 | Θέτιν δ’ αὐτὴν εὐλόγως ὠνόμασεν· αὕτη γὰρ ὑπέστη τῶν ὅλων εὔκαιρον ἀπόθεσιν, ἐν τοῖς ἰδίοις νόμοις ἱδρύσασα τὰ στοιχεῖα. | |
25.11 | Σύμμαχος δ’ αὐτῇ γέγονεν ἡ βριαρὰ καὶ | |
πολύχειρ δύναμις· τὰ γὰρ τηλικαῦτα τῶν πραγμάτων νοσήσαντα πῶς ἄλλως δύναιτο πλὴν μετὰ μεγάλης βίας ἀναρρωσθῆναι; | 31 | |
25.12 | Καὶ τὸ μὲν ἄφυκτον ἔγκλημα περὶ τῶν Διὸς ἀσεβῶν δεσμῶν οὕτω φυσικὴν ἀλληγορίας ἔχει θεωρίαν. | |
26.1 | Ἐγκαλοῦσι δ’ Ὁμήρῳ περὶ τῆς Ἡφαίστου ῥίψεως τὸ μὲν πρῶτον ὅτι χωλὸν αὐτὸν ὑφίσταται, τὴν θείαν ἀκρω‐ τηριάζων φύσιν, εἶθ’ ὅτι καὶ παρὰ μικρὸν ἧκε κινδύνου. | |
26.2 | Πᾶν, γάρ φησι, δ’ ἦμαρ φερόμην, ἅμα δ’ ἠελίῳ καταδύντι κάππεσον ἐν Λήμνῳ. ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν. | |
26.3 | Καὶ τούτοις δ’ ὑποκρύπτεταί τις Ὁμήρῳ φιλόσοφος νοῦς· | |
26.4 | οὐ πλάσμασι ποιητικοῖς τοὺς ἀκούοντας τέρπων αὐτίκα χωλὸν ἡμῖν παραδέδωκεν Ἥφαιστον, οὐ τὸν ἐξ Ἥρας καὶ Διὸς μυθούμενον παῖδα· | |
26.5 | τοῦτο γὰρ ἀπρεπὲς ὄντως ἱστορεῖν περὶ θεῶν. | |
26.6 | Ἀλλ’ ἐπεὶ ἡ πυρὸς οὐσία διπλῆ, καὶ τὸ μὲν αἰθέριον, ὡς ἔναγχος εἰρήκαμεν, ἐπὶ τῆς ἀνωτάτω τοῦ παντὸς αἰώρας οὐδὲν ὑστεροῦν ἔχει πρὸς τελειότητα, τοῦ δὲ παρ’ ἡμῖν πυρὸς ἡ ὕλη, πρόσγειος | |
5 | οὖσα, φθαρτὴ καὶ διὰ τῆς ὑποστρεφούσης παρ’ ἕκαστα ζωπυρουμένη, | |
26.7 | διὰ τοῦτο τὴν ὀξυτάτην φλόγα συνεχῶς Ἥλιόν τε καὶ Δία προσαγορεύει, τὸ δ’ ἐπὶ γῆς πῦρ | |
Ἥφαιστον, ἑτοίμως ἁπτόμενόν τε καὶ σβεννύμενον· | 32 | |
26.8 | ὅθεν εἰκότως κατὰ σύγκρισιν ἐκείνου τοῦ ὁλοκλήρου τοῦτο νενόμισται χωλὸν εἶναι τὸ πῦρ. | |
26.9 | Ἄλλως τε καὶ πᾶσα ποδῶν πήρωσις ἀεὶ τοῦ διαστηρίζοντος ἐπιδεῖται βάκτρου· | |
26.10 | τὸ δὲ παρ’ ἡμῖν πῦρ, ἄνευ τῆς τῶν ξύλων παραθέσεως οὐ δυνηθὲν ἂν ἐπὶ πλεῖον παραμεῖναι, συμβο‐ λικῶς χωλὸν εἴρηται. | |
26.11 | Τὸν γοῦν Ἥφαιστον οὐκ ἀλληγο‐ ρικῶς ἐν ἑτέροις ἀλλὰ διαρρήδην φησὶν Ὅμηρος εἶναι· Σπλάγχνα δ’ ἄρ’ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο· μεταληπτικῶς ὑπὸ τοῦ Ἡφαίστου τὰ σπλάγχνα φησὶν | |
5 | ὀπτᾶσθαι. | |
26.12 | Καὶ μὴν ἀπ’ οὐρανοῦ ῥιπτούμενον αὐτὸν ὑφίσταται· | |
26.13 | φυσικῶς γὰρ κατ’ ἀρχὰς οὐδέπω τῆς τοῦ πυρὸς χρήσεως ἐπιπολαζούσης ἄνθρωποι χρονικῶς χαλκοῖς τισιν ὀργάνοις κατεσκευασμένοις ἐφειλκύσαντο τοὺς ἀπὸ τῶν μετεώρων φερομένους σπινθῆρας, κατὰ τὰς μεσημβρίας | |
5 | ἐναντία τῷ ἡλίῳ τὰ ὄργανα τιθέντες. | |
26.14 | Ὅθεν οἶμαι δοκεῖ καὶ Προμηθεὺς ἀπ’ οὐρανοῦ διακλέψαι τὸ πῦρ, ἐπειδήπερ τέχνης προμήθεια τῶν ἀνθρώπων ἐπενόησε τὴν ἐκεῖθεν ἀπόρροιαν αὐτοῦ. | |
26.15 | Λῆμνον δὲ πρῶτον οὐκ ἀλόγως ἐμύθευσε τὴν ὑπο‐ δεξαμένην τὸ θεόβλητον πῦρ· ἐνταῦθα γὰρ ἀνίενται ἐγγυγηγενοῦς πυρὸς αὐτόματοι φλόγες. | |
26.16 | Δηλοῖ δὲ σαφῶς, ὅτι τοῦτο θεωρητόν ἐστι τὸ πῦρ, ἐξ ὧν ἐπήνεγκεν· ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν. Ἀπόλλυται γὰρ εὐθέως μαρανθέν, εἰ μὴ λάβοιτο τῆς | 33 |
5 | διαφυλάττειν αὐτὸ δυναμένης προνοίας. | |
27.1 | Καὶ ταῦτα μὲν περὶ Ἡφαίστου φιλοσοφητέον. | |
27.2 | Ἐῶ γὰρ ἐπὶ τοῦ παρόντος ὡς τερατείαν τινὰ τὴν Κράτητος φιλοσοφίαν, ὅτι Ζεὺς ἀναμέτρησιν τοῦ παντὸς ἐσπουδακὼς γενέσθαι δύο πυρσοῖς ἰσοδρομοῦσιν, Ἡφαί‐ στῳ τε καὶ Ἡλίῳ, διετεκμήρατο τοῦ κόσμου τὰ διαστήματα, | |
5 | τὸν μὲν ἄνωθεν ἀπὸ τοῦ βηλοῦ καλουμένου ῥίψας, τὸν δ’ ἀπ’ ἀνατολῆς εἰς δύσιν ἀφεὶς φέρεσθαι· | |
27.3 | διὰ τοῦτ’ ἀμφότεροι καὶ συνεχρόνισαν, «ἅμα γὰρ ἠελίῳ καταδύντι κάππεσεν Ἥφαιστος ἐν Λήμνῳ». | |
27.4 | Τοῦτο τοίνυν εἴτε κοσμική τις ἀναμέτρησις, εἴθ’, ὃ μᾶλλον ἀληθές ἐστιν, ἀλληγορικὴ τοῦ καθ’ ἡμᾶς πυρὸς ἀνθρώποις παράδοσις, οὐδὲν ἀσεβὲς ὑπὲρ Ἡφαίστου παρ’ Ὁμήρῳ λέλεκται. | |
28.1 | Καὶ μὴν ἐπὶ τῆς δευτέρας ῥαψῳδίας ἀνακομιζομένων τῶν Ἑλλήνων Ὀδυσσεῖ διαποροῦντι παρέστηκεν οὐκ ἄλλη τις, ἀλλ’ ἡ θεία φρόνησις, ἣν Ἀθηνᾶν ὀνομάζει. | |
28.2 | Καὶ τὴν ἀποστελλομένην Ἶριν ἄγγελον τοῦ Διὸς τὸν εἴροντα λόγον ὑφίσταται, ὥσπερ Ἑρμῆν τὸν ἑρμηνεύοντα· | 34 |
28.3 | δύο γὰρ ἄγγελοι θεῶν, οὐδενὸς ἄλλου πλὴν ἐπώνυμοι τῆς κατὰ τὸν λόγον ἑρμηνείας. | |
28.4 | Ἀλλ’ ἀπρεπῶς Ἀφροδίτη μαστροπεύει πρὸς Ἀλέξαν‐ δρον Ἑλένην. | |
28.5 | Ἀγνοοῦσι γὰρ ὅτι νῦν λέγει τὴν ἐν τοῖς ἐρωτικοῖς πάθεσιν ἀφροσύνην, ἣ μεσίτης ἐστὶ καὶ διάκονος ἀεὶ μειρακιώδους ἐπιθυμίας· | |
28.6 | αὕτη καὶ τόπον εὗρεν ἐπιτήδειον, ὅπου τὸν Ἑλένης δίφρον ἀφιδρύσει, καὶ ποικίλοις μαγγάνοις ἑκατέρων κινεῖ τὸν πόθον, Ἀλεξάνδρου μὲν ἐρωτικῶς ἔτι διακειμένου, τῆς δ’ Ἑλένης | |
5 | μετανοεῖν ἀρχομένης. | |
28.7 | Διὸ δὴ κατ’ ἀρχὰς ἀντειποῦσα τοὔσχατον ὑπείκει, μεταξὺ δυοῖν φερομένη παθῶν, ἔρωτός τε τοῦ πρὸς Ἀλέξανδρον καὶ αἰδοῦς τῆς πρὸς Μενέλαον. | |
29.1 | Ἥ γε μὴν εὐωχουμένοις ὑποδιακονουμένη κατ’ ἀρχὰς Ἥβη τίς ἂν εἴη πλὴν ἡ διηνεκῶς ἐν ταῖς εὐφροσύναις νεότης; | |
29.2 | οὐδὲν γὰρ ἐν οὐρανῷ γῆρας, οὐδ’ ὕπεστί τι τῆς θείας φύσεως ἔσχατον βίου νόσημα. | |
29.3 | Πάσης δ’ ἐξαιρέτως θυμηδίας ὡσπερεὶ συνεκτικὸν ὄργανόν ἐστιν ἡ τῶν συνελη‐ λυθότων ἐπὶ τὴν εὐφροσύνην ἀκμή. | |
29.4 | Περὶ μέν γε τῆς Ἔριδος οὐδ’ ὑπεσταλμένως ἠλλη‐ γόρησεν οὐδ’ ὥστε δεῖσθαι λεπτῆς τινος εἰκασίας, ἀλλ’ ἐκ τοῦ φανεροῦ τὰ κατ’ αὐτὴν πεπόμπευκεν· Ἥ τ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα | |
5 | οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει. | 35 |
29.5 | Διὰ γὰρ τούτων τῶν ἐπῶν οὐ θεά τις οὕτω παντά‐ πασιν τερατώδης ὑφ’ Ὁμήρου μεμόρφωται, τὰς πρὸς ἑκάτερον μεταβολὰς τοῦ σώματος ἀπίστους ἔχουσα καὶ ποτὲ μὲν ἐπὶ γῆς ἐρριμμένη ταπεινή, ποτὲ δ’ εἰς ἄπειρον | |
5 | αἰθέρος ἐκτειναμένη μέγεθος, | |
29.6 | ἀλλ’ ὃ συμβέβηκεν ἀεὶ τοῖς φιλονεικοῦσι πάθος ἐκ ταύτης τῆς ἀλληγορίας διετύπωσεν· | |
29.7 | ἀρξαμένη γὰρ ἀπὸ λιτῆς αἰτίας ἡ ἔρις, ἐπειδὰν ὑποκινηθῇ, πρὸς μέγα δή τι κακοῦ διογκοῦται. | |
30.1 | Καὶ ταυτὶ μὲν ἴσως μετριώτερα. Πολλὴ δὴ καθ’ Ὁμήρου τραγῳδία σκηνοβατεῖται παρὰ τοῖς ἀγνωμόνως αὐτὸν ἐθέλουσι συκοφαντεῖν, ὅτι παρεισάγει κατὰ τὴν πέμπτην ῥαψῳδίαν τιτρωσκομένους θεούς, Ἀφροδίτην | |
5 | τὸ πρῶτον ὑπὸ Διομήδους, εἶτ’ Ἄρην. | |
30.2 | Προστιθέασι δὲ τούτοις, ὅσα κατὰ παρηγορίαν ἡ Διώνη περὶ τῶν ἔτι πρότερον ἠτυχηκότων ἀπαγγέλλει θεῶν. | |
30.3 | Ἐν μέρει δ’ ὑπὲρ ἑκάστου τὸν λόγον ἀποδώσομεν ἡμεῖς οὐδεμιᾶς ἐκτὸς ὄντα φιλοσοφίας. | |
30.4 | Διομήδης γὰρ Ἀθηνᾶν ἔχων σύμμαχον, τουτέστι τὴν φρόνησιν, ἔτρωσεν Ἀφροδίτην, τὴν ἀφροσύνην, οὐ μὰ Δία οὐ θεάν τινα, τὴν δὲ τῶν μαχομένων βαρβάρων ἀλογισ‐ τίαν. | |
30.5 | Αὐτὸς μὲν γὰρ ἅτε διὰ πάσης ἐληλυθὼς πολεμικῆς μαθήσεως καὶ τοῦτο μὲν ἐν Θήβαις, τοῦτο δ’ ἐν Ἰλίῳ | |
δεκαετῆ χρόνον ἐμφρόνως τοῦ μάχεσθαι προϊστάμενος, ἐξ εὐμαροῦς διώκει τοὺς βαρβάρους· | 36 | |
30.6 | οἳ δ’, ἀναίσθητοι καὶ λογισμῶν ὀλίγα κοινωνοῦντες, ὑπ’ αὐτοῦ διώκονται καθάπερ ὄιες πολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ. | |
30.7 | Πολλῶν οὖν φονευομένων ἀλληγορικῶς Ὅμηρος τὴν βαρβαρικὴν ἀφροσύνην ὑπὸ Διομήδους τετρῶσθαι παρει‐ σήγαγεν. | |
31.1 | Ὁμοίως δ’ ὁ Ἄρης οὐδέν ἐστιν ἄλλο πλὴν ὁ πόλε‐ μος, παρὰ τὴν ἀρὴν ὠνομασμένος, ἥπερ ἐστὶ βλάβη. | |
31.2 | Γένοιτο δ’ ἂν ἡμῖν τοῦτο σαφὲς ἐκ τοῦ λέγειν αὐτὸν μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον· ἐπιθέτοις γὰρ ἁρμόζουσι πολέμῳ κέχρηται μᾶλλον ἢ θεῷ. | |
31.3 | Μανίας γάρ εἰσι πλήρεις ἅπαντες οἱ μαχόμενοι, πρὸς τὸν κατ’ ἀλλήλων φόνον ἐνθουσιαστικῶς ζέσαντες· | |
31.4 | καὶ τὸ ἀλλοπρόσαλλον ἑτέρωθί που διὰ πλειόνων ἐξηγεῖται λέγων· ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα. | |
31.5 | Νεμεσηταὶ γὰρ αἱ πολέμων ἐπ’ ἀμφότερα ῥοπαί, καὶ τὸ νικηθὲν οὐδὲ προσαντῆσαν αἰφνίδιον πολλάκις ἐκρά‐ τησεν· ὥστε τῆς ἐν ταῖς μάχαις ἀμφιβολίας ἄλλοτε πρὸς ἄλλους μεταφοιτώσης ἐτύμως κακὸν ἀλλοπρόσαλ‐ | |
5 | λον εἴρηκε πρὸς τὸν πόλεμον. | |
31.6 | Ἐτρώθη δ’ ὑπὸ Διομήδους Ἄρης οὐ κατ’ ἄλλο τι | |
μέρος, ἀλλὰ «νείατον ἐς κενεῶνα», σφόδρα πιθανῶς· | 37 | |
31.7 | ἐπὶ γὰρ τὰ κενὰ τῆς μὴ πάνυ φρουρουμένης τῶν ἀντι‐ πάλων τάξεως παρεισελθὼν εὐμαρῶς ἐτρέψατο τοὺς βαρβάρους. | |
31.8 | Καὶ μὴν χάλκεον λέγει τὸν Ἄρην τὰς τῶν μαχομένων πανοπλίας ὑποσημαίνων· σπάνιος γὰρ ἦν ὁ σίδηρος ἐν τῷ τότε πάλαι χρόνῳ, τὸ δὲ σύμπαν ἐσκέποντο χαλκῷ. | |
31.9 | Διὰ τοῦτό φησιν· Ὄσσε δ’ ἄμερδεν αὐγὴ χαλκείη κορύθων ἀπὸ λαμπομενάων θωρήκων τε νεοσμήκτων. | |
31.10 | Ἀναβοᾷ δὲ τρωθεὶς ὅσσον τ’ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι. Καὶ τοῦτο δὲ τεκμήριον πολλῶν διωκομένων πολεμίων· οὐ γὰρ ἂν εἷς θεὸς ἀνεβόησε τοσοῦτον, ἀλλ’ ἡ φεύγουσα | |
5 | μυρίανδρος οἶμαι τῶν βαρβάρων φάλαγξ. | |
31.11 | Ὥστ’ ἐναργέσι τεκμηρίοις καὶ διὰ τῶν κατὰ μέρος ἐδείξαμεν οὐκ Ἄρην τὸν τετρωμένον ὑπὸ Διομήδους, ἀλλὰ τὸν πόλεμον. | |
32.1 | Αὗται δ’ ἐν παρεκβάσει τῶν προτέρων ἀλληγοριῶν, δι’ ὧν καὶ τεχνικωτέραν ἔχουσιν ἐμπειρίαν, ἐν οἷς φησί· Τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ’ Ἐπιάλτης, παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ. | |
32.2 | Γεννικοὶ γὰρ οὗτοι οἱ κατ’ ἀλκὴν νεανίαι ταραχῆς καὶ πολέμου μεστὸν ᾔδεσαν τὸν βίον· | 38 |
32.3 | οὐδεμιᾶς δ’ εἰρηνικῆς ἀναπαύσεως μέσης τοὺς παρ’ ἕκαστα κάμνοντας ἀνείσης, ἰδίοις ὅπλοις ἐκστρατευσάμενοι τὴν ἐπιπολάζουσαν ἀηδίαν ἀνέστειλαν. | |
32.4 | Ἄχρι μὲν οὖν τρεισκαίδεκα μηνῶν ἀκλινὴς καὶ ἀστασίαστος αὐτῶν ὁ οἶκος, ἐν ὁμονοίᾳ τε τὴν εἰρήνην διεστρατήγει· | |
32.5 | μητρυιὰ δὲ παρεισπεσοῦσα καὶ φιλό‐ νεικος οἰκίας νόσος ἀνέτρεψε τὴν προτέραν εὐστάθειαν· | |
32.6 | ἐκ δευτέρου δὲ πάλιν ὁμοίας ταραχῆς ἀναφθείσης ἔδοξεν ὁ Ἄρης ἀπὸ τοῦ δεσμωτηρίου λελύσθαι, τουτέστιν ὁ πόλεμος. | |
33.1 | Ἡρακλέα δὲ νομιστέον οὐκ ἀπὸ σωματικῆς δυνάμεως ἀναχθέντα τοσοῦτον ἰσχῦσαι τοῖς τότε χρόνοις, ἀλλ’ ἀνὴρ ἔμφρων καὶ σοφίας οὐρανίου μύστης ὡσπερεὶ κατὰ βαθείας ἀχλύος ἐπιδεδυκυῖαν ἐφώτισε τὴν φιλοσοφίαν, | |
5 | καθάπερ ὁμολογοῦσι καὶ Στωικῶν οἱ δοκιμώτατοι. | |
33.2 | Περὶ μὲν οὖν τῶν ἄλλων ἄθλων, ὁπόσοι τῆς παρ’ Ὁμήρῳ μνήμης ὑστεροῦσι, τί δεῖ παρὰ καιρὸν ἐκμηκύνειν φιλοτεχνοῦντας; | |
33.3 | ὅτι κάπρον μὲν εἷλε, τὴν ἐπιπολάζου‐ σαν ἀνθρώποις ἀκολασίαν, λέγοντα δέ, τὴν ἀκρίτως ὁρμῶσαν ἐφ’ ἃ μὴ δεῖ φοράν· | |
33.4 | κατ’ αὐτὸ δὲ θυμοὺς ἀλογίστους πε‐ δήσας τὸν ὑβριστὴν ταῦρον ἐνομίσθη δεδεκέναι· | |
33.5 | δειλίαν γε μὴν ἐφυγάδευσεν ἐκ τοῦ βίου, τὴν Κερυνείαν ἔλαφον. | |
33.6 | Καί τις ἀπρεπῶς ὀνομαζόμενος ἆθλος ἐκμεμόχθηται διακαθήραντος αὐτοῦ τὴν 〈πολύχουν κόπρον τὴν〉 ἐπι‐ τρέχουσαν ἀνθρώποις ἀηδίαν. | 39 |
33.7 | Ὄρνεις δέ, τὰς συνηνέ‐ μους ἐλπίδας, αἳ βόσκουσι τὸν βίον ἡμῶν, ἀπεσκέδασε· | |
33.8 | [δὲ] καὶ τὴν [πολύχουν κόπρον καὶ] πολυκέφαλον ὕβριν, ἥτις ὅταν ἐκκοπῇ πάλιν ἄρχεται βλαστάνειν, ὥσπερ ὕδραν τινὰ διὰ πυρὸς τῆς παραινέσεως ἐξέκοψεν. | |
33.9 | Αὐτός γε μὴν ὁ τρικέφαλος δειχθεὶς ἡλίῳ κέρβερος εἰκότως ἂν τὴν τριμερῆ φιλοσοφίαν ὑπαινίττοιτο· τὸ μὲν γὰρ αὐτῆς λογικόν, τὸ δὲ φυσικόν, τὸ δὲ ἠθικὸν ὀνομάζεται· | |
33.10 | ταῦτα δ’ ὥσπερ ἀφ’ ἑνὸς αὐχένος ἐκπεφυ‐ κότα τριχῇ κατὰ κεφαλὴν μερίζεται. | |
34.1 | Περὶ μὲν δὴ τῶν ἄλλων, ὥσπερ εἶπον, ἄθλων ἐν συντόμῳ δεδήλωται. | |
34.2 | Τετρωμένην δ’ Ὅμηρος ὑπεστή‐ σατο τὴν Ἥραν, τοῦτο ἀκριβῶς παραστῆσαι βουλόμενος, ὅτι τὸν θολερὸν ἀέρα καὶ πρὸ τῆς ἑκάστου διανοίας ἐπαχλύοντα πρῶτος Ἡρακλῆς θείῳ χρησάμενος λόγῳ | |
5 | διήρθρωσε, τὴν ἑκάστου τῶν ἀνθρώπων ἀμαθίαν πολλαῖς νουθεσίαις κατατρώσας. | |
34.3 | Ὅθεν ἀπὸ γῆς εἰς οὐρανὸν ἀφίησι τὰ τόξα. Πᾶς γὰρ | |
ἀνὴρ φιλόσοφος ἐν θνητῷ καὶ ἐπιγείῳ τῷ σώματι πτηνὸν ὥσπερ τι βέλος τὸν νοῦν εἰς τὰ μετάρσια διαπέμπεται. | 40 | |
34.4 | Τεχνικῶς δὲ προσέθηκεν εἰπών· «ἰῷ τριγλώχινι βαλών», ἵνα διὰ συντόμου τὴν τριμερῆ φιλοσοφίαν ὑπὸ τοῦ τρι‐ γλώχινος ὑποσημήνῃ βέλους. | |
34.5 | Μεθ’ ἡμέραν δὲ τετόξευκε καὶ τὸν Ἅιδην· οὐδεὶς γὰρ ἄβατος φιλοσοφίᾳ χῶρος, ἀλλὰ μετ’ οὐρανὸν ἐζήτησε τὴν κατωτάτω φύσιν, ἵνα μηδὲ τῶν νέρθεν ἀμύητος ᾖ. | |
34.6 | Τὸν οὖν ἀλαμπῆ καὶ πᾶσιν ἀνθρώποις ἄβατον Ἅιδην ὁ τῆς σοφίας ὀιστὸς εὔστοχα βληθεὶς διευκρίνησεν. | |
34.7 | Ὥσθ’ αἱ Ἡρακλέους χεῖρες ἁγνεύουσι παντὸς Ὀλυμπίου μύσους. | |
34.8 | Ἀρχηγὸς δὲ πάσης σοφίας γενόμε‐ νος ἀλληγορικῶς παρέδωκε τοῖς μετ’ αὐτὸν ἀρύσασθαι κατὰ μέρη πάνθ’ ὅσα πρῶτος πεφιλοσόφηκε. | |
35.1 | Νομίζουσι τοίνυν ἔνιοι μηδὲ Διόνυσον εἶναι παρ’ Ὁμήρῳ θεόν, ἐπειδήπερ ὑπὸ Λυκούργου διώκεται καὶ μόλις δοκεῖ σωτηρίας τυχεῖν Θέτιδος αὐτῷ παραστάσης. | |
35.2 | Τὸ δ’ ἐστὶν οἴνου συγκομιδῆς γεωργοῖς ἀλληγορία, δι’ ὧν φησίν· Ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας σεῦε κατ’ ἠγάθεον Νυσήϊον· αἱ δ’ ἅμα πᾶσαι | |
5 | θύσθλα χαμαὶ κατέχευον, ὑπ’ ἀνδροφόνοιο Λυκούργου θεινόμεναι βουπλῆγι. Διώνυσος δὲ φοβηθείς δύσεθ’ ἁλὸς κατὰ κῦμα, Θέτις δ’ ὑπεδέξατο κόλπῳ δειδιότα. | 41 |
35.3 | Μαινόμενον μὲν εἴρηκεν ἀντὶ Διονύσου τὸν οἶνον, ἐπειδήπερ οἱ πλείονι τῷ ποτῷ χρώμενοι τοῦ λογισμοῦ διασφάλλονται· ὥσπερ τὸ δέος εἰ τύχοι χλωρὸν λέγει, καὶ πευκεδανὸν τὸν πόλεμον· ἃ γὰρ ἀπ’ αὐτῶν συμβαίνει, | |
5 | ταῦτα ἐκείνοις περιῆψεν, ὅθεν ἄρχεται τὰ πάθη. | |
35.4 | Λυκοῦργος δ’ ἀνὴρ εὐαμπέλου λήξεως δεσπότης μετὰ τὴν ὀπωρινὴν ὥραν, ὅτε συγκομιδὴ τῶν Διονυσιακῶν καρπῶν ἐστιν, ἐπὶ τὴν εὐφορωτάτην ἐξεληλύθει Νύσαν· τιθήνας δὲ νομίζειν δεῖ τὰς ἀμπέλους. | |
35.5 | Καὶ μετὰ τοῦτο ἔτι δρεπομένων τῶν βοτρύων φησί· «Διώνυσος δὲ φοβηθείς»· ἐπειδήπερ ὁ μὲν φόβος εἴωθε τρέπειν τὴν διάνοιαν, ὁ δὲ τῆς σταφυλῆς καρπὸς τρέπεται θλιβόμενος | |
5 | εἰς οἶνον. | |
35.6 | Ἔθος γε μὴν τοῖς πολλοῖς ἐπὶ φυλακῇ τοῦ διαμένειν ἀκλινῆ τὸν καρπὸν ἐπικιρνάναι θαλαττίῳ ὕδατι· | |
35.7 | παρὰ τοῦτο ὁ Διόνυσος δύσεθ’ ἁλὸς κατὰ κῦμα. Θέτις δ’ ὑπεδέξατο κόλπῳ, ἡ τελευταία μετὰ τὴν ἀπόθλιψιν τοῦ καρποῦ θέσις· αὕτη γὰρ ἐσχάτη δέχεται τὸν οἶνον. | |
35.8 | «Δειδιότα», τὸν ἐν ἀρχῇ τοῦ νεοθλιβοῦς γλεύκους παλμὸν καὶ τὴν μεθαρ‐ μόζουσαν ὁρμήν· δέος εἶπε γὰρ τρόμον. | |
35.9 | Οὕτως Ὅμηρος οὐ φιλοσοφεῖν μόνον ἀλληγορικῶς ἀλλὰ καὶ γεωργεῖν | |
[θεωρεῖν] ἐπίσταται. | 42 | |
36.1 | Φυσικῆς δ’ ἅπτεται θεωρίας καὶ ὅταν ὁ Ζεὺς εἰς τὸ αὐτὸ συναθροίσας τοὺς θεοὺς ἅπαντας ἄρχηται τῶν μεγάλων ἀπειλῶν ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο. | |
36.2 | Πρῶτος ἕστηκεν αὐτός, ἐπειδὴ τὴν ἀνωτάτω τάξιν, ὥσπερ ἐδηλοῦμεν, ἡ αἰθεριώδης ἐπέχει φύσις. | |
36.3 | Σειρὰν δ’ ἀπήρτησεν ἀπὸ τοῦ αἰθέρος ἐπὶ πάντα χρυσῆν· οἱ γὰρ δεινοὶ τῶν φιλοσόφων περὶ ταῦτα ἀνάμματα πυρὸς εἶναι τὰς τῶν ἀστέρων περιόδους νομίζουσι. | |
36.4 | Τὸ δὲ σφαιρικὸν ἡμῖν τοῦ κόσμου σχῆμα δι’ ἑνὸς ἐμέτρησε στίχου· τόσσον ἔνερθ’ ἀΐδεω, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης. | |
36.5 | Μεσαιτάτη γὰρ ἁπάντων ἑστία τις οὖσα καὶ δύναμιν κέντρου ἐπέχουσα καθίδρυται βεβαίως ἡ γῆ πᾶσα. | |
36.6 | Κύκλῳ δ’ ὑπὲρ αὐτὴν ὁ οὐρανὸς ἀπαύστοις περιφοραῖς εἰλούμενος ἀπ’ ἀνατολῆς εἰς δύσιν τὸν ἀεὶ δρόμον ἐλαύνει, συγκαθέλ‐ κεται δ’ ἡ τῶν ἀπλανῶν σφαῖρα. | |
36.7 | Πᾶσαί γε μὴν αἱ ἀπὸ τοῦ περιέχοντος ἀνωτάτω κύκλου φερόμεναι πρὸς τὸ κέντρον εὐθεῖαι καὶ κατ’ ἀναγωγάς εἰσὶν ἀλλήλαις ἴσαι. | |
36.8 | Διὰ τοῦτο γεωμετρικῇ θεωρίᾳ τὸ σφαιρικὸν σχῆμα διεμέτρησεν, εἰπών· | |
τόσσον ἔνερθ’ ἀΐδεω, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης. | 43 | |
37.1 | Ἔνιοι δ’ εἰσὶν οὕτως ἀμαθεῖς, ὡς αἰτιᾶσθαι τὸν Ὅμηρον καὶ περὶ τῶν Λιτῶν, εἰ τὰς Διὸς γονὰς οὕτως ὕβρισε διάστροφον αὐταῖς περιθεὶς ἀμορφίας χαρακτῆρα· Καὶ γάρ τε Λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο, | |
5 | χωλαί τε ῥυσαί τε παραβλῶπές τ’ ὀφθαλμώ. | |
37.2 | Ἐν δὲ τούτοις τοῖς ἔπεσι τὸ τῶν ἱκετευόντων σχῆμα διαπέπλασται. Πᾶσα γὰρ οὖν συνείδησις ἁμαρτόντος ἀνθρώπου βραδεῖα, καὶ μόλις οἱ δεόμενοι τοῖς ἱκετευομέ‐ νοις προσέρχονται, τὴν αἰδῶ κατὰ ῥῆμα μετροῦντες· | |
5 | οὔτε μὴν ἀτρεμὲς δεδόρκασιν, ἀλλ’ ὀπίσω τὰς τῶν ὀμμάτων βολὰς ἀποστρέφουσι. | |
37.3 | Καὶ μὴν ἔν γε τοῖς πρώτοις οὐδὲν γεγηθὸς τῶν ἱκετευόντων ἡ διάνοια περιτίθησιν ἔρευθος ἀλλ’ ὠχρὰ κατηφὴς διὰ τῆς πρώτης ὄψεως ἐκκαλουμένη τὸν ἔλεον. | |
37.4 | Ὅθεν εὐλόγως οὐ τὰς Διὸς θυγατέρας, ἀλλὰ τοὺς ἱκετεύοντας ἀπεφήνατο «χωλούς τε ῥυσούς τε παρα‐ βλῶπάς τ’ ὀφθαλμώ», τοὔμπαλιν δὲ τὴν Ἄτην «σθεναράν τε καὶ ἀρτίπουν·» Κρατερὸν γὰρ αὐτῆς τὸ ἄφρον. | |
37.5 | Ἀλογίστου γὰρ ὁρμῆς ὑπόπλεως δρομὰς ὣς ἐπὶ πᾶσαν ἀδικίαν ᾤετο. | |
37.6 | Παθῶν οὖν ἀνθρωπίνων ὡσπερεὶ ζωγράφος Ὅμηρός ἐστιν, ἀλληγορικῶς τὸ συμβαῖνον ἡμῖν θεῶν περιθεὶς ὀνόμασιν. | |
38.1 | Οἶμαι δ’ ἔγωγε καὶ τὸ Ἑλληνικὸν τεῖχος, ὃ πρὸς καιρὸν ἔρυμα τῆς ἰδίας ἀσφαλείας ἐπύργωσαν, οὐχ ὑπὸ τοῦ συμμάχου καθῃρῆσθαι Ποσειδῶνος· | |
38.2 | ἀλλ’ ὡς ὑετοῦ δαψιλοῦς γενομένου καὶ τῶν ἀπ’ Ἴδης ποταμῶν πλημ‐ μυράντων συνέβη καταρριφῆναι, ὅθεν ἐπώνυμος τοῦ πάθους γέγονεν ὁ τῆς ὑγρᾶς φύσεως προστάτης Ποσειδῶν. | 44 |
38.3 | Εἰκὸς δὲ καὶ σεισμοῖς διατιναχθὲν ὑπονοστῆσαι τὸ κατασκεύασμα· δοκεῖ δὲ ὁ Ποσειδῶν ἐνοσίγαιος καὶ σεισίχθων εἶναι τοῖς τοιούτοις τῶν παθημάτων ἐπιγραψό‐ μενος. | |
38.4 | Ἀμέλει φησίν· Αὐτὸς δ’ Ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν ἡγεῖτ’, ἐκ δ’ ἄρα πάντα θεμείλια κύμασι πέμπε φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί, | |
5 | σεισμοῦ τινος φορᾷ διαδονήσας ἐκ βάθρων τὰ τοῦ τείχους θεμέλια. | |
38.5 | Δοκεῖ δέ μοι λεπτῶς ἐξετάζοντι τὰ τοιαῦτα μηδὲ τὸ κατὰ τὴν τρίαιναν ἀφιλοσόφητον εἶναι, δι’ ἧς ὑφίσταται τοὺς λίθους ἀναμεμοχλεῦσθαι τοῦ τείχους. | |
38.6 | Τὰ γάρ τοι σεισμῶν διαφέροντα τοῖς παθήμασιν οἱ φυσικοὶ λέγουσιν εἶναι ἴσα καί τινας ἰδίους χαρακτῆρας ὀνομάτων ἐπιγρά‐ φουσιν αὐτοῖς, βρασματίαν τινὰ καὶ χασματίαν καὶ | |
5 | κλιματίαν προσαγορεύοντες. | |
38.7 | Τριπλαῖς οὖν καθώπλισεν ἀκμαῖς τὸν τῶν σεισμῶν αἴτιον θεόν. Ἀμέλει πρὸς βραχὺ κινηθέντος αὐτοῦ «τρέμε δ’ οὔρεα μακρὰ καὶ ὕλη», τὸ τῶν σεισμῶν ἰδίωμα τοῦ ποιητοῦ διασημήναντος ἡμῖν. | |
39.1 | Ἔτι τοίνυν πολλήν τινα χλεύην καὶ μακρὸν ἡγοῦνται | |
καταγέλωτα τοὺς ἀκαίρους Διὸς ὕπνους ἐν Ἴδῃ καὶ τὴν ὄρειον ὥσπερ ἀλόγοις ζῴοις ὑπεστρωμένην εὐνήν, ἐν ᾗ δυσὶ τοῖς ἀφρονεστάτοις πάθεσι δεδούλωται Ζεύς, ἔρωτι | 45 | |
5 | καὶ ὕπνῳ. | |
39.2 | Νομίζω τοίνυν ἔγωγε αὐτὰ ταῦτα δι’ ἀλληγο‐ ρίας ἐαρινὴν ὥραν ἔτους εἶναι, καθ’ ἣν ἅπαντα φυτὰ καὶ πᾶσα ἐκ γῆς ἀνίεται χλόη τοῦ παγετώδους ἡσυχῇ δυομένου κρύους. | |
39.3 | Ὑφίσταται δὲ τὴν Ἥραν, τουτέστι τὸν ἀέρα, στυγνὸν ἀπὸ χειμῶνος ἔτι καὶ κατηφῆ· διὰ τοῦτο οἶμαι πιθανῶς αὐτῆς «στυγερὸς ἔπλετο θυμός». | |
39.4 | Μετὰ μικρὸν δ’ ἀποκρουσαμένη τὸ συννεφὲς τῆς ἀηδίας λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ’ ἐλαίῳ, ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν. | |
39.5 | Ἡ λιπαρὰ καὶ γόνιμος ὥρα μετὰ τῆς τῶν ἀνθέων εὐωδίας ὑποσημαίνεται τοιούτῳ χρίσματι τῆς Ἥρας ἀλειψαμένης. | |
39.6 | Τούς τε πλοκάμους φησὶν αὐτὴν ἀναπλέ‐ ξασθαι «καλούς, ἀμβροσίους, ἐκ κράατος ἀθανάτοιο», τὴν τῶν φυτῶν αἰνιττόμενος αὔξησιν, ἐπειδὴ δένδρον ἅπαν κομᾷ καὶ θριξὶν ὁμοίως ἀπὸ τῶν κλάδων ἀπαρτᾶται τὰ | |
5 | φύλλα. | |
39.7 | Δίδωσι δ’ ἐγκόλπιον τῷ ἔαρι καὶ τὸν κεστὸν ἱμάντα, «ἔνθ’ ἔνι μὲν φιλότης, ἐν δ’ ἵμερος, ἐν δ’ ὀαρισ‐ τύς»· | |
39.8 | ἐπειδήπερ αὕτη μάλιστα τοῦ ἔτους ἡ ὥρα τὸ τερπνότατον ἐπλήρωσε τῶν ἡδονῶν μέρος· | |
39.9 | οὔτε γὰρ λίαν ὑπὸ τοῦ κρύους πεπήγαμεν, οὔτ’ ἄγαν θαλπόμεθα· μεταίχμιον δέ τι τῆς ἑκατέρωθεν εὐκρασίας ἐν τοῖς σώμασιν ἀνεῖται. | |
39.10 | Τοῦτον τοίνυν τὸν ἀέρα συνέμιξεν Ὅμηρος μετὰ μικρὸν τῷ αἰθέρι. | |
39.11 | Διὰ τοῦτο ἐπὶ τῆς ὑψηλοτάτης ἀκρωρείας καταλαμβάνεται Ζεύς, ἐν ᾗ «δι’ ἠέρος αἰθέρ’ ἵκανεν»· ἐνθάδε κιρνᾶται καθ’ ἓν ἀναμιχθεὶς ὁ ἀὴρ τῷ αἰθέρι. | 46 |
39.12 | Ἐμφαντικῶς οὖν τοῖς ὀνόμασιν εἶπεν· ἦ ῥα, καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν. Ἀγκαλίζεται γὰρ ἐν κύκλῳ περιέχων ὁ αἰθὴρ ὑφηπλω‐ μένον αὐτῷ τὸν ἀέρα. | |
39.13 | Τῆς δὲ συνόδου καὶ κράσεως αὐτῶν τὸ πέρας ἐδήλωσε τὴν ἐαρινὴν ὥραν· Τοῖσι δ’ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην λωτόν θ’ ἑρσήεντα ἰδὲ κρόκον ἠδ’ ὑάκινθον | |
5 | πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψός’ ἔεργεν. | |
39.14 | Ἴδια στέφη ταῦτα τῆς ἀρτιθαλοῦς ὥρας, ἐπειδὰν ἐκ τῶν χειμερίων παγετῶν ἡ στερίφη καὶ μεμυκυῖα γῆ τὰς κυοφορουμένας ἔνδον ὠδῖνας ἐκφήνῃ. | |
39.15 | Προσεπισφρα‐ γιζόμενος δὲ τοῦτο τὸν λωτὸν εἶπεν ἑρσήεντα, τὸν δροσερὸν τῆς ἐαρινῆς καταστάσεως ἐμφανέστερον ποιῶν τοῦ καιροῦ. Ἐπὶ δὲ νεφέλην ἕσσαντο | |
5 | καλὴν χρυσείην· στιλπναὶ δ’ ἀπέπιπτον ἔερσαι. | |
39.16 | Τίς ἀγνοεῖ τοῦθ’, ὅτι χειμῶνος μὲν ἐπάλληλα πυκνώματα τῶν νεφῶν ἐκμελαίνεται, καὶ μετὰ θολερᾶς ἀχλύος κατηφὴς ἅπας ὁ οὐρανὸς ἀμαυροῦται, τοῦ δὲ ἀέρος ὑποσχίζοντος, ἀργὰ τὰ νέφη μαλακῶς ὑποσπείρεται | |
5 | ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐναγκαλιζόμενα καὶ παραπλήσιόν τι χρυσαῖς μαρμαρυγαῖς ἀποστίλβει. | |
39.17 | Τοῦτο δὴ τὸ περὶ τὴν Ἴδην κορυφαῖον ἡμῖν νέφος ὁ τῆς ἐαρινῆς ὥρας | |
δημιουργὸς ἐφήλωσεν. | 47 | |
40.1 | Ἀλλ’ ἐφεξῆς ἡ τῶν ἐπιφυομένων αὐτῷ τόλμα τοὺς Ἥρας δεσμοὺς αἰτιᾶται, καὶ νομίζουσιν ὕλην τινὰ δαψιλῆ τῆς ἀθέου πρὸς Ὅμηρον ἔχειν μανίας· Ἦ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν | |
5 | ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσεον, ἄρρηκτον; σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω. | |
40.2 | Λέληθε δ’ αὐτούς, ὅτι τούτοις τοῖς ἔπεσιν ἡ τοῦ παντὸς ἐκτεθεολόγηται γένεσις, καὶ τὰ συνεχῶς ᾀδόμενα τέτταρα στοιχεῖα τούτων τῶν στίχων ἐστὶ τάξις, καθάπερ ἤδη μοι λέλεκται· | |
40.3 | πρῶτος αἰθὴρ καὶ μετὰ τοῦτον ἀήρ, εἶθ’ ὕδωρ τε καὶ γῆ, τελευταῖα πάντων δημιουργὰ στοιχεῖα· | |
40.4 | ταῦτα δ’ ἀλλήλοις ἐπικιρνώμενα ζῳογονεῖται καὶ τῶν ἀψύχων ἀρχέγονα καθίσταται. | |
40.5 | Ζεὺς τοίνυν ὁ πρῶτος τὸν ἑαυτοῦ ἀέρα κατήρτηκεν, στερεοὶ δ’ ἄκμονες ὑπὸ ταῖς ἐσχάταις ἀέρος βάσεσιν ὕδωρ τε καὶ γῆ. | |
40.6 | Καὶ τοῦτο ὅτι τοιοῦτόν ἐστιν, ἐφ’ ἑκάστης λέξεως, εἴ τις ἀκριβῶς ἐθέλοι σκοπεῖν τἀληθές, εὑρήσει. Ἦ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω ὑψόθεν; | |
40.7 | Ἀπὸ γὰρ τῶν ἀνωτάτων καὶ μετεώρων τόπων φασὶν αὐτὴν ἀπηρτῆσθαι. | |
40.8 | Περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσεον, ἄρρηκτον. | |
40.9 | Τί τοῦτο τὸ καινὸν αἴνιγμα τῆς κολακευούσης τιμωρίας; πῶς ὀργιζόμενος Ζεὺς πολυτελεῖ δεσμῷ τὴν κολαζομένην | |
ἠμύνατο, χρυσοῦν ἀντὶ τοῦ κραταιοτέρου σιδήρου τὸν δεσμὸν ἐπινοήσας; | 48 | |
40.10 | ἀλλ’ ἔοικε τὸ μεταίχμιον αἰθέρος τε καὶ ἀέρος χρυσῷ μάλιστα τὴν χρόαν ἐμφερὲς εἶναι· | |
40.11 | πάνυ δὴ πιθανῶς καθ’ ὃ μέρος ἀλλήλοις ἐπισυνάπτουσι —λήγων μὲν γὰρ ὁ αἰθήρ, ἀρχόμενος δὲ μετ’ ἐκεῖνον ὁ ἀήρ—χρυσοῦν ὑπεστήσατο δεσμόν. | |
40.12 | Ἐπιφέρει γοῦν· σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω τὸν ἄχρι νεφῶν τόπον ὁρίσας μέτρον ἀέρος. | |
40.13 | Ἐκ δὲ τῶν τελευταίων μερῶν τοῦ ἀέρος, ἃ καλεῖται πόδες, ἀπήρτησε στιβαρὰ βρίθη, γῆν τε καὶ ὕδωρ· ἐκ δὲ ποδοῖιν | |
5 | ἄκμονας ἧκα δύω. | |
40.14 | Πῶς ἂν εἶπε δεσμὸν «ἄρρηκτον», αὐτίκα τῆς Ἥρας λυθείσης, εἴγε τῷ μύθῳ προσεκτέον; ἀλλ’ ἐπειδήπερ ἡ τῶν ὅλων ἁρμονία δεσμοῖς ἀρραγέσι συνωχύρωται καὶ δυσχερὴς ἡ τοῦ παντὸς εἰς τἀναντία μεταβολή, τὸ μὴ | |
5 | δυνηθὲν ἂν διαζευχθῆναί ποτε κυρίως ὠνόμασεν ἄρρηκτον. | |
41.1 | Ταύτην δὲ τὴν τετράδα τῶν στοιχείων καὶ μετὰ μικρὸν ἐν τοῖς ὅρκοις διεσάφησεν Ἥρα· Ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ. | |
41.2 | Τρισὶ γὰρ ὅρκοις τὴν ὁμόφυλον αὐτῆς καὶ συγγενῆ φύσιν ὠνόμασεν, ὕδωρ τε καὶ γῆν καὶ τὸν ὕπερθεν οὐρανόν, τουτέστι τὸν αἰθέρα· τέταρτον γὰρ στοιχεῖον ἦν ἡ | |
ὀμνύουσα. | 49 | |
41.3 | Διευπορῶν γέ τοι καὶ ἐπὶ καλοῖς ἀλληγορικῶς παρ‐ ιστάναι βουλόμενος ταυτὶ τὰ στοιχεῖα, καὶ μετ’ ὀλίγον ἐν τοῖς Ποσειδῶνος πρὸς Ἶριν λόγοις αὐτὰ ταῦθ’ ὑφίσταται λέγων· | |
41.4 | Ἦ τοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ παλλομένων, Ἀίδης δ’ ἔλαχε ζόφον ἠερόεντα, Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν· γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. | |
41.5 | Οὐ μὰ Δι’ οὐ κλῆρος ὁ μυθευόμενος ἐν Σικυῶνι ταῦτα καὶ διαίρεσις ἀδελφῶν οὕτως ἀνώμαλος, ὡς οὐρανὸν ἀντιθεῖναι θαλάττῃ καὶ ταρτάρῳ. Πᾶς γὰρ ὁ μῦθος ἠλλη‐ γόρηται περὶ τῶν ἐπ’ ἀρχαῖς τεττάρων στοιχείων. | |
41.6 | Κρόνον μὲν γὰρ ὀνομάζει τὸν χρόνον κατὰ μετάληψιν ἑνὸς στοιχείου· πατὴρ δὲ τῶν ὅλων ὁ χρόνος, καὶ τελέως ἀμήχανόν τι γενέσθαι τῶν ὄντων δίχα χρόνου· διὸ δὴ ῥίζα τῶν τεττάρων στοιχείων οὗτός ἐστι. | |
41.7 | Μητέρα δ’ αὐτοῖς ἔνειμεν εἶναι Ῥέαν, ἐπειδὴ ῥύσει τινὶ καὶ ἀεννάῳ κινήσει τὸ πᾶν οἰκονομεῖται. | |
41.8 | Χρόνου δὴ καὶ ῥύσεως τέκνα γῆν τε καὶ ὕδωρ, αἰθέρα τε καὶ ἀέρα σὺν αὐτῷ ὑπεστήσατο· | |
41.9 | καὶ τῇ μὲν πυρώδει φύσει τόπον ἔνειμεν οὐρανόν, τὴν δ’ ὑγρὰν οὐσίαν Ποσει‐ δῶνι προσέθηκε, τρίτον δ’ Ἅιδην τὸν ἀφώτιστον ἀέρα δηλοῖ, | |
41.10 | κοινὸν δὲ πάντων καὶ ἑδραιότατον ἀπεφήνατο στοιχεῖον εἶναι τὴν γῆν ὥσπερ ἑστίαν τινὰ τῆς τῶν ὅλων | |
δημιουργίας· | 50 | |
41.11 | γαῖα δ’ ἐστὶ ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. | |
41.12 | Καὶ διὰ τοῦτο δέ μοι δοκεῖ συνεχῶς ἀλληγορεῖν ὑπὲρ αὐτῶν, ἵν’ ἡ δοκοῦσα τοῖς ἔπεσιν ἐφεδρεύειν ἀσάφεια τῷ διηνεκεῖ τῆς παραδόσεως ᾖ γνωριμωτέρα. | |
42.1 | Τά γε μὴν ἐπὶ Σαρπηδόνι δάκρυα λύπην μὲν οὐ κατα‐ ψεύδεται θεοῦ, ὃ καὶ παρ’ ἀνθρώποις νόσημα· αὐτῷ δὲ βουλομένῳ τἀκριβὲς ἐρευνᾶν ἐπινοεῖται τρόπος ἀλληγο‐ ρουμένης ἀληθείας. | |
42.2 | Πολλάκις γὰρ ἐν ταῖς μεταβολαῖς τῶν μεγάλων πραγμάτων ἱστοροῦσι τεράστια τῷ βίῳ συμφέρεσθαι σημεῖα, ποταμῶν τε καὶ πηγῶν ναμάτων αἱμοφορύκτοις ῥεύμασιν ἐκμιαινομένων, ὡς ἐπ’ Ἀσωποῦ τε καὶ Δίρκης | |
5 | παραδιδόασιν οἱ παλαιοὶ μῦθοι. | |
42.3 | Λόγος δ’ ἔχει καὶ κατὰ νεφῶν ψεκάδας ὕεσθαι φόνου τισὶ κηλῖσιν ἐπικε‐ χρωσμένας. | |
42.4 | Ἐπεὶ τοίνυν ἡ μεταβολὴ τῆς μάχης ἀθρόαν φυγὴν ἐμποιήσειν ἔμελλεν τοῖς βαρβάροις, ἐγγὺς δ’ ἦν ὁ τοῦ κατ’ ἀλκὴν ἀρίστου Σαρπηδόνος ὄλεθρος, ὡσπερεὶ τεράστια προὐφάνη ταύτης τῆς συμφορᾶς ἀγγελτικά· | |
5 | αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε. | |
42.5 | Τοῦτον δὴ τὸν φονέα ὄμβρον ἀλληγορικῶς εἴρηκεν αἰθέρος δάκρυα, Διὸς μὲν οὔ—ἄκλαυστος γάρ—, ἐκ δὲ τῶν ὑπεράνω τόπων ὡσπερεὶ θρήνοις μεμιγμένου καταρρα‐ γέντος ὑετοῦ. | 51 |
43.1 | Ταυτὶ μὲν ἴσως ἐλάττω τεκμήρια περὶ τῶν ἠλληγο‐ ρημένων· ἐπὶ μέντοι τῆς ὁπλοποιίας μεγάλῃ καὶ κοσμο‐ τόκῳ διανοίᾳ τὴν τῶν ὅλων περιήθροισε γένεσιν. | |
43.2 | Ὅθεν γὰρ αἱ πρῶται τοῦ παντὸς ἔφυσαν ἀρχαὶ καὶ τίς ὁ τούτων δημιουργὸς καὶ πῶς ἕκαστα πληρωθέντα διεκρίθη, σαφέσι τεκμηρίοις παρέστησε, τὴν Ἀχιλλέως ἀσπίδα τῆς κοσμι‐ | |
5 | κῆς περιόδου χαλκευσάμενος εἰκόνα. | |
43.3 | Καὶ τὸ πρῶτον ὑπεστήσατο τῆς παντελοῦς δημιουργίας νύκτα καιρόν, ἐπειδήπερ αὕτη χρόνου πτερὰ πάτρια πρεσβεῖα κεκλήρωται, καὶ πρὶν ἢ διακριθῆναι τὰ νῦν βλεπόμενα, νὺξ ἦν τὸ σύμπαν, ὃ δὴ χάος ποιητῶν ὀνομά‐ | |
5 | ζουσι παῖδες. | |
43.4 | Οὐ γὰρ οὕτως ἄθλιόν τινα καὶ κακοδαίμονα παρει‐ σάγει τὸν Ἥφαιστον, ὡς μηδὲ νυκτὸς ἀνάπαυσιν ἔχειν τῆς χειρωνακτικῆς ἐργασίας, ὅπου γε καὶ παρ’ ἀνθρώποις ἀθλίοις ἄτοπον εἶναι δοκεῖ τὸ μηδὲ νύκτα τῶν πόνων | |
5 | ἐκεχειρίαν ἄγειν. | |
43.5 | Ἀλλ’ οὐκ ἔστι ταῦτα χαλκεύων Ἀχιλλεῖ πανοπλίαν Ἥφαιστος οὐδ’ ἐν οὐρανῷ βουνοὶ χαλκοῦ καὶ κασσιτέρου, ἀργύρου τε καὶ χρυσοῦ εἰσιν· | |
43.6 | ἀμήχανον γὰρ τὰς ἀηδεῖς καὶ φιλαργύρους γῆς νόσους | |
ἐπ’ οὐρανὸν ἀναβῆναι. | 52 | |
43.7 | Φυσικῶς δὲ τῆς ἀμόρφου ποτὲ καὶ μὴ διακεκριμένης ὕλης τὸν καιρὸν ἀποφηνάμενος εἶναι νύκτα, δημιουργόν, ἡνίκα ἔμελλε πάντα μορφοῦσθαι, τὸν Ἥφαιστον ἐπέστησε, τουτέστι τὴν θερμὴν οὐσίαν· «πυρὸς» γὰρ δὴ, κατὰ τὸν | |
5 | φυσικὸν Ἡράκλειτον, «ἀμοιβὴ τὰ πάντα» γίνεται. | |
43.8 | Ὅθεν συνοικοῦσαν οὐκ ἀπιθάνως τῷ τῶν ὅλων ἀρχιτέκ‐ τονι πεποίηκε τὴν Χάριν· ἔμελλε γὰρ ἤδη τῷ κόσμῳ χαριεῖσθαι τὸν ἴδιον κόσμον. | |
43.9 | Ὕλαι δὲ τίνες αὐτοῦ τῆς κατασκευῆς; Χαλκὸν δ’ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε. | |
43.10 | Εἰ μὲν Ἀχιλλεῖ κατεσκεύασε πανοπλίαν, πάντα ἔδει χρυσὸν εἶναι· καὶ γὰρ οἶμαι σχέτλιον Ἀχιλλέα μηδὲ Γλαύκῳ κατὰ τὴν πολυτέλειαν ἴσον εἶναι. | |
43.11 | Νῦν δὲ τὰ τέτταρα στοιχεῖα κιρνᾶται· | |
43.12 | καὶ χρυσὸν μὲν ὠνόμασε τὴν αἰθερώδη φύσιν, ἄργυρον δὲ τὸν αὐτῇ τῇ χρόᾳ συνομοιούμενον ἀέρα· | |
43.13 | χαλκὸς δὲ καὶ κασσίτερος ὕδωρ τε καὶ γῆ προσαγορεύεται διὰ τὴν ἐν ἀμφοτέροις βαρύτητα. | |
43.14 | Πρώτη δ’ ἀπὸ τούτων τῶν στοιχείων ἀσπὶς ὑπ’ αὐτοῦ χαλκεύεται, σφαιροειδὲς ἔχουσα τὸ σχῆμα, δι’ οὗ τὸν κόσμον ἡμῖν ἐμφανῶς ἐσήμηνεν, ὃν οὐκ ἀπὸ τῆς ὁπλοποιίας μόνον ἀλλὰ καὶ δι’ ἄλλων τεκμηρίων ἐπίσταται | |
5 | κυκλοειδῆ. | |
44.1 | Συντόμως δ’ ἐν παρεκβάσει τὰς ὑπὲρ τούτων φιλο‐ τεχνοῦντες ἀποδείξεις δηλώσομεν. | 53 |
44.2 | Συνεχῶς τοίνυν τὸν ἥλιον «ἀκάμαντα» καὶ «ἠλέκτορα» καὶ «ὑπερίονα» προσαγορεύει, διὰ τῶν ἐπιθέτων οὐκ ἄλλο τι πλὴν τοῦτο τὸ σχῆμα σημαίνων. | |
44.3 | Ὅ τε γὰρ ἀκάμας, ὁ μὴ κάμνων, ἔοικεν ὅρους ἔχειν οὐκ ἀνατολὴν καὶ δύσιν, ἀλλὰ τὴν ἀεὶ περίδρομον ἀνάγκην. | |
44.4 | Ἠλέκτωρ δὲ δυοῖν θάτερον· ἢ ἤλεκτρος ὁ θεὸς ὀνομάζεται μηδέποτε κοίτης ἐπιψαύων, ἢ τάχα πιθανώτερον ἐπιελίκτωρ τις ὢν καὶ κυκλοτερεῖ φορᾷ δι’ ἡμέρας καὶ νυκτὸς ἀναμετρούμενος τὸν κόσμον. | |
44.5 | Ὑπερίονα δὲ νομιστέον αὐτὸν τὸν ὑπεριέμενον ἀεὶ τῆς γῆς, ὥσπερ οἶμαι καὶ Ξενοφάνης ὁ Κολοφώνιός φησιν· Ἠέλιός θ’ ὑπεριέμενος γαῖάν τ’ ἐπιθάλπων. | |
44.6 | Εἰ γὰρ πατρωνυμικῶς αὐτὸν ἠθέλησεν ὀνομάζειν, εἶπεν ἂν Ὑπεριονίδην, ὡς Ἀτρείδην εἰ τύχοι τὸν Ἀγαμέμνονα καὶ Πηλείδην τὸν Ἀχιλλέα. | |
45.1 | Ἥ τε «θοὴ νὺξ» οὐκ ἄλλο τι σημαίνει πλὴν τὸ σφαιροειδὲς ὅλου τοῦ πόλου σχῆμα· τὸν γὰρ αὐτὸν ἡλίῳ δρόμον ἡ νὺξ ἀνύει, καὶ πᾶς ὁ καταλειφθεὶς ὑπ’ ἐκείνου τόπος εὐθὺς ὑπὸ ταύτης ἐκμελαίνεται. | |
45.2 | Σαφῶς | |
γοῦν ἑτέρωθί που τοῦτο μηνύων φησί· Ἐν δ’ ἔπες’ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο, ἕλκων νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν. | 54 | |
45.3 | Ὥσπερ γὰρ ἀπηρτημένην ἑαυτοῦ τὴν νύκτα κατόπιν ἐφέλκεται συγχρονοῦσαν τοῖς ἡλίου τάχεσιν. Εἰκότως οὖν αὐτὴν Ὅμηρος εἴρηκε θοήν. | |
45.4 | Δύναταί γε μὴν πιθανώ‐ τερόν τις ἐπιχειρῶν θοὴν ὀνομάζειν μεταληπτικῶς οὐ τὴν κατὰ κίνησιν ὀξεῖαν, ἀλλὰ τὴν κατὰ σχῆμα. | |
45.5 | Καὶ γὰρ ἑτέρωθί που φησίν· Ἔνθεν δ’ αὖ νήσοισιν ἐπιπροέηκα θοῇσιν, | |
45.6 | οὐ τὸ τάχος τῶν ἐρριζωμένων νήσων, ἠλιθίως γάρ, δηλώσειν ἐσπουδακώς, ἀλλὰ τὸ σχῆμα πρὸς ὀξεῖαν ἀπολήγουσαν ἀποτελεῖν γραμμήν. | |
45.7 | Εἰκότως οὖν νύκτα θοὴν λέγεσθαι τὴν ἐπ’ ὀξὺ τέλος τῆς ἐσχάτης σκιᾶς ἀποτερματίζουσαν. | |
46.1 | Φυσικῶς δὲ περὶ τούτου ὁ λόγος ἀποδείκνυσιν, ὅτι σφαιροειδής ἐστιν ὁ κόσμος. | |
46.2 | Τριχῇ γὰρ οἱ μαθηματικοὶ τὰ σχήματα τῶν σκιῶν φασιν ἀποπίπτειν. | |
46.3 | Ἐπειδὰν γὰρ ἔλαττον ᾖ τὸ περιλάμπον τοῦ καταλαμπομένου, τὴν σκιὰν συμβέβηκε καλαθοειδῶς ἐπὶ τὴν ὑστάτην πλατύ‐ νεσθαι βάσιν, ἀπὸ λεπτῆς ἀνισταμένην τῆς κατὰ κορυφὴν | |
5 | ἀρχῆς. | |
46.4 | Ὅταν δὲ μεῖζον ᾖ τὸ καταλάμπον φῶς τοῦ | |
καταλαμπομένου τόπου, κωνοειδῆ συμβέβηκε τὴν σκιὰν ἀπὸ πλατείας τῆς ἀρχῆς εἰς λεπτὸν ἀποστενοῦσθαι πέρας. | 55 | |
46.5 | Ἐπειδάν γε μὴν ἴσον ᾖ τῷ καταλαμπομένῳ τὸ καταλάμπον, κυλίνδρου δίκην ἡ σκιὰ πρὸς ἴσον ἐν ταῖς ἑκατέρωθεν ἔχει γραμμαῖς. | |
46.6 | Βουλόμενος οὖν Ὅμηρος τὸν ἥλιον ἄλλως μείζονα τῆς γῆς κατὰ τὴν τῶν πλείστων φιλοσόφων ἔννοιαν ἀποδεῖξαι, εὐλόγως θοὴν τὴν νύκτα προσηγόρευσεν εἰς ὀξὺ τὸ πρὸς τῷ πέρατι σχῆμα λήγουσαν, ἅτ’ οἶμαι μήτε | |
5 | κυλινδροειδῶς μήτε καλαθοειδῶς τῆς σκιᾶς πίπτειν δυναμένης, ἀλλὰ τὸν λεγόμενον κῶνον ἀποτελούσης. | |
46.7 | Ὃ δὴ πρῶτος Ὅμηρος ἐκ μιᾶς λέξεως ὑπαινιξάμενος τὰς μυρίας τῶν φιλοσόφων ἁμίλλας ἐπιτέτμηται. | |
47.1 | Καὶ μὴν αἱ φοραὶ τῶν ἐναντίων ἀνέμων δηλοῦσι τὸ τοῦ κόσμου σφαιροειδές. | |
47.2 | Βορέας μὲν γὰρ ἀπὸ τῆς ἄρκτου πνέων μετέωρος «μέγα κῦμα κυλίνδει·» τὴν γὰρ ἀπὸ τοῦ μεταρσίου φορὰν ἐπὶ τὸ ταπεινότερον ἐκ μιᾶς λέξεως κατεκύλισεν ὁ στίχος. | |
47.3 | Τοὔμπαλιν δ’ ἐπὶ τοῦ νότου πνέοντος ἀπὸ τῶν κάτω τόπων ἱστόρησεν· ἔνθα νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ, τὴν ἀπὸ τοῦ ταπεινοτέρου κίνησιν εἰς τὸ μετέωρον | |
5 | ἀνακυλίει. | |
47.4 | Ἔτι γε μὴν μετὰ τῶν ἄλλων «ἀπείρονα γαῖαν» ὀνο‐ μάζει καὶ πάλιν ἐπὶ τῆς Ἥρας· | |
Εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης, | 56 | |
47.5 | οὐ δήπου μαχομέναις δόξαις πρὸς αὑτὸν στασιάζων, ἀλλ’ ἐπειδὴ πᾶν σφαιροειδὲς σχῆμα καὶ ἄπειρόν ἐστι καὶ πεπερασμένον· | |
47.6 | τῷ μὲν γὰρ ὅρον τινὰ καὶ περιγρα‐ φὴν ἔχειν εὐλόγως αὐτὸ πεπεράσθαι νομιστέον, ἄπειρον δ’ ἂν ὁ κύκλος ὀνομάζοιτο δικαίως, ἐπειδήπερ ἀμήχανόν ἐστι δεῖξαι πέρας ἐν αὐτῷ τι· τὸ γὰρ νομισθὲν εἶναι τέλος | |
5 | ἐξ ἴσου γένοιτ’ ἂν ἀρχή. | |
48.1 | Ταυτὶ μὲν οὖν ἀθρόα τεκμήρια τοῦ σφαιροειδῆ τὸν κόσμον εἶναι παρ’ Ὁμήρῳ, τὸ δ’ ἐναργέστατόν ἐστι σύμβολον τῆς Ἀχιλλέως ἀσπίδος κατασκευῆς. | |
48.2 | Κυκλο‐ τερὲς γὰρ τῷ σχήματι κεχάλκευκεν ὅπλον Ἥφαιστος, ὥσπερ εἰκόνα τῆς κοσμικῆς περιόδου. | |
48.3 | Μυθικῶς μὲν οὖν ἀσπίδα χαλκευομένην ὑποστησάμε‐ νος ἁρμόζουσαν Ἀχιλλεῖ τὴν διὰ πάντων ἐνεχάραξε πορείαν. | |
48.4 | Τίς δ’ ἦν αὕτη; Στησάμενοι δ’ ἐμάχοντο μάχην ποταμοῖο παρ’ ὄχθας, βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. Ἐν δ’ Ἔρις, ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ’ ὀλοὴ Κήρ, | |
5 | ἄλλον ζῳὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνειῶτα κατὰ μόθον ἕλκε ποδοῖιν. Ταῦτα γὰρ ἦν ὁ διηνεκὴς Ἀχιλλέως βίος. | |
48.5 | Νῦν δὲ Ὅμηρος ἰδίᾳ τινὶ φιλοσοφίᾳ δημιουργῶν τὸν κόσμον εὐθὺς τὰ μέγιστα τῆς προνοίας ἔργα μετὰ τὴν | |
ἀδιευκρίνητον καὶ κεχυμένην ὕλην ἐχάλκευσεν· Ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν | 57 | |
5 | ἠέλιόν τ’ ἀκάμαντα σελήνην τε πλήθουσαν. | |
48.6 | Ἡ τῆς κοσμικῆς γενέσεως εἱμαρμένη πρῶτον θεμε‐ λιοῦχον ἐκρότησε τὴν γῆν· εἶτα ἐπὶ ταύτῃ καθάπερ τινὰ θείαν στέγην τὸν οὐρανὸν ἐπωρόφωσε καὶ κατὰ τῶν ἀναπε‐ πταμένων αὐτῆς κόλπων ἀθρόαν ἔχεε τὴν θάλατταν· | |
5 | εὐθύς τε ἡλίῳ τε καὶ σελήνῃ τὰ διακριθέντα τῶν στοι‐ χείων ἀπὸ τοῦ πάλαι χάους ἐφώτισεν. | |
48.7 | Ἐν δὲ τὰ τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται· δι’ οὗ μάλιστα σφαιροειδῆ παραδέδωκεν ἡμῖν τὸν κόσμον. | |
48.8 | Ὥσπερ γὰρ ὁ στέφανος κυκλοτερὴς τῆς κεφαλῆς κόσμος ἐστίν, οὕτω τὰ διεζωκότα τὴν οὐράνιον ἀψῖδα, κατὰ σφαιροειδοῦς ἐσπαρμένα σχήματος, εἰκότως οὐρανοῦ στέφανος ὠνόμασται. | |
49.1 | Διακριβολογησάμενος δ’ ὑπὲρ τῶν ὁλοσχερῶν ἀστέρων καὶ κατὰ μέρος ἐπιφανέστατα δεδήλωκεν· οὐ γὰρ ἠδύνατο πάντα θεολογεῖν, ὥσπερ Εὔδοξος ἢ Ἄρατος, Ἰλιάδα γράφειν ἀντὶ τῶν Φαινομένων ὑποστησάμενος ἑαυτῷ. | |
49.2 | Μεταβέβηκεν οὖν ἀλληγορικῶς ἐπὶ τὰς δύο πόλεις, τὴν μὲν εἰρήνης, τὴν δὲ πολέμου παρεισάγων, ἵνα μηδ’ Ἐμ‐ πεδοκλῆς ὁ Ἀκραγαντῖνος ἀπ’ ἄλλου τινὸς ἢ παρ’ | |
Ὁμήρου τὴν Σικελικὴν ἀρύσηται δόξαν. | 58 | |
49.3 | Ἅμα γὰρ τοῖς τέτταρσι στοιχείοις κατὰ τὴν φυσικὴν θεωρίαν παραδέδωκε τὸ νεῖκος καὶ τὴν φιλίαν· | |
49.4 | τούτων δ’ ἑκάτερον Ὅμηρος ὑποσημαίνων πόλεις ἐνεχάλκευσε τῇ ἀσπίδι τὴν μὲν εἰρήνης, τουτέστι τῆς φιλίας, τὴν δὲ πολέμου, τουτέστι νείκους. | |
50.1 | Πτύχας δ’ ὑπεστήσατο τῆς ἀσπίδος πέντε, σχεδὸν οὐκ ἄλλο τι πλὴν οὐκ ἐμπεποικιλμένοις τῷ κόσμῳ ζώνας ὑπαινιξάμενος. | |
50.2 | Ἡ μὲν γὰρ ἀνωτάτω περὶ τὸν βόρειον εἰλεῖται πόλον, ἀρκτικὴν δὲ αὐτὴν ὀνομάζουσιν· ἡ δ’ ἐφεξῆς εὔκρατός ἐστιν· εἶτα τὴν τρίτην διακεκαυμένην καλοῦσιν· | |
50.3 | ἡ τετάρτη δ’ ὁμωνύμως τῇ πρότερον δευτέρᾳ εὔκρατος ὀνομάζεται· πέμπτη δ’ ἐπονύμως τοῦ νοτίου μέρους ἡ νότιός τε καὶ ἀντάρκτιος καλουμένη. | |
50.4 | Τούτων αἱ μὲν δύο τελέως ἀοίκητοι διὰ τὸ κρύος, ἥ τε τὸν βόρειον εἰληχυῖα πόλον καὶ ἡ τὸν ἀπαντικρὺ νότιον· ὁμοίως δ’ ἐν αὐταῖς ἡ διακεκαυμένη καθ’ ὑπερβολὴν τῆς πυρώδους οὐσίας οὐδενὶ βατὴ ζῴῳ. | |
50.5 | Δύο δὲ τὰς εὐκράτους φασὶν οἰκεῖσθαι, τὴν μέσην ἀφ’ ἑκατέρας ζώνης κρᾶσιν ἐπιδεχομένας. | |
50.6 | Ὁ γοῦν Ἐρατοσθένης καὶ σφοδρότερον ἐν τῷ Ἑρμῇ ταύτῃ διηκρίβωσεν εἰπών· | |
50.7 | Πέντε δέ οἱ ζῶναι περιηγέες ἐσπείρηνται· αἱ δύο μὲν γλαυκοῖο κελαινότεραι κυάνοιο, | |
50.8 | ἡ δὲ μία ψαφαρή τε καὶ ἐκ πυρὸς οἷον ἐρυθρή, τυπτομένη φλογμοῖσιν, ἐπεί ῥά ἑ μαίραν ἐπ’ αὐτήν κεκλιμένην ἀκτῖνες ἀειθερέες πυρόωσιν· | 59 |
50.9 | αἱ δὲ δύο ἑκάτερθε πόλοιο περιπεπηγυῖαι αἰεὶ κρυμαλέαι, αἰεὶ δ’ ὕδατι μογέουσαι. | |
51.1 | Ταύτας οὖν Ὅμηρος πτύχας ὠνόμασεν ἐξ ὧν φησίν· ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων, τὰς δύο χαλκείας, δύο δ’ ἔνδοθι κασσιτέροιο, τὴν δὲ μίαν χρυσῆν· | |
51.2 | τὰς μὲν ἀνωτάτω κατὰ τοὺς ἀλαμπεῖς μυχοὺς τοῦ κόσμου κειμένας δύο ζώνας χαλκῷ προσεικάσας· ψυχρὰ γὰρ ἡ ὕλη καὶ κρύους μεστή· λέγει γοῦν ἑτέρωθί που· Ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσι· | |
51.3 | «τὴν δὲ μίαν χρυσῆν» τὴν διακεκαυμένην, ἐπειδήπερ ἡ πυρώδης οὐσία κατὰ τὴν χρόαν ἐμφερεστάτη χρυσῷ· | |
51.4 | «δύο δ’ ἐνδόθι κασσιτέροιο» τὰς εὐκράτους ὑποσημαί‐ νων· ὑγρὰ γὰρ ἡ ὕλη καὶ τελέως εὔεικτος ἡ τοῦ κασσιτέρου, δι’ ἧς τὸ περὶ τὰς ζώνας εὐαφὲς ἡμῖν καὶ μαλθακὸν δεδήλωκεν. | |
51.5 | Τὸ μὲν οὖν ἐν οὐρανῷ σεμνὸν ἐργαστήριον Ἡφαίστου τὴν ἱερὰν φύσιν οὕτως ἐδημιούργησεν. | |
52.1 | Ἀνίσταται δ’ εὐθὺς ὁ φρικώδης καὶ χαλεπὸς ἐφ’ Ὁμήρῳ τῶν συκοφαντούντων φθόνος ὑπὲρ τῆς θεομαχίας. | |
52.2 | Οὐ γὰρ ἔτι «Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνὴ» παρ’ αὐτῷ συνέρρωγεν, ἀλλ’ οὐράνιαι ταραχαὶ καὶ στάσεις τὸ θεῖον ἐπινέμονται· | 60 |
52.3 | Ἦ τοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος ἵστατ’ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα, ἄντα δ’ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη, Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος κελαδεινή | |
5 | Ἄρτεμις ἰοχέαιρα, κασιγνήτη Ἑκάτοιο, Λητοῖ δ’ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς, ἄντα δ’ ἄρ’ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης. | |
52.4 | Οὐκέτι ταῦθ’ Ἕκτωρ πρὸς Αἴαντα μαχόμενος, οὐδ’ Ἀχιλλεὺς πρὸς Ἕκτορα καὶ μετὰ Πατρόκλου Σαρπηδών, ἀλλὰ τὸν μέγαν οὐρανοῦ πόλεμον ἀγωνοθετήσας Ὅμηρος οὐδ’ ἄχρι μελλήσεως τὸ κακὸν ὥπλισεν, ἀλλ’ ὁμόσε τοὺς | |
5 | θεοὺς συνέρραξεν ἀλλήλοις. | |
52.5 | «Ἑπτὰ» μὲν γὰρ Ἄρης ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας. Μετὰ ταῦτα δὲ Ἀφροδίτης λύτο γούνατα καὶ φίλον ἦτορ. | |
52.6 | Ἄρτεμις δὲ καὶ προσεξύβρισται τοῖς ἰδίοις τόξοις, ἀνηπία κόρη σωφρονισθεῖσα, Ξάνθος δὲ παρ’ ὀλίγον οὐδὲ ποταμὸς ἐρρύη διὰ Ἥφαιστον. | |
53.1 | Ὅμως δ’ οὖν πάντα ταῦτα κατ’ ἀρχὰς μὲν οὐδ’ ὅλως σφόδρα πείθειν δύναται τοὺς πολλούς. | |
53.2 | Εἰ δ’ ἐθελήσοι τις ἐνδοτέρω καταβὰς τῶν Ὁμηρικῶν ὀργίων ἐποπτεῦσαι τὴν μυστικὴν αὐτοῦ σοφίαν, ἐπιγνώσεται τὸ δοκοῦν αὐτῷ ἀσέβημα πηλίκης μεστόν ἐστι φιλοσοφίας. | 61 |
53.3 | Ἐνίοις μὲν οὖν ἀρέσκει τὴν τῶν ἑπτὰ πλανήτων ἀστέρων ἐν ἑνὶ ζῳδίῳ σύνοδον ὑφ’ Ὁμήρου διὰ τούτων δὴ λεχθεῖσαν· φθορὰ δὲ παντελής, ὅταν τοῦτο γένηται. | |
53.4 | Σύγχυσιν οὖν τοῦ παντὸς ὑπαινίττεται, συνάγων εἰς ἓν Ἀπόλλωνα, τουτέστιν ἥλιον, καὶ Ἄρτεμιν, ἣν φαμὲν εἶναι σελήνην, τόν τε τῆς Ἀφροδίτης καὶ Ἄρεος ἔτι δὲ καὶ Ἑρμοῦ καὶ Διὸς ἀστέρα. | |
53.5 | Ταύτην μὲν οὖν πιθανότητος μᾶλλον ἢ ἀληθείας ἐχομένην τὴν ἀλληγορίαν ἄχρι τοῦ μὴ δοκεῖν ἀγνοεῖν παρειλήφαμεν. Ἃ δ’ ἐστὶν ἐναργέστερα καὶ τῆς Ὁμήρου σοφίας ἐχόμενα, ταύτῃ δὴ σκοπεῖν ἀναγκαῖον. | |
54.1 | Ἀντέταξε γοῦν κακίαις μὲν ἀρετάς, ταῖς δὲ μαχομέ‐ ναις φύσεσι τὰς ἀντιπάλους. | |
54.2 | Αὐτίκα τῶν θεῶν ἡ ζεῦξις οὕτω πεφιλοσόφηται τῆς μάχης· Ἀθηνᾶ καὶ Ἄρης, τουτέστιν ἀφροσύνη καὶ φρόνησις. | |
54.3 | Ὁ μὲν γάρ, ὥσπερ ἔφην, «μαινόμενός» ἐστι, «τυκτὸν κακόν, ἀλλοπρόσαλ‐ λον». Ἡ δ’ «ἐν πᾶσι θεοῖς μήτι τε κλέεται καὶ κέρδεσιν». | |
54.4 | Ἀδιάλλακτός γε μὴν ἔχθρα τοῖς τὰ βέλτιστα διευκρι‐ νοῦσι λογισμοῖς πρὸς τὴν οὐδὲν ὁρῶσαν ἀφροσύνην. | |
54.5 | Ὡς δὲ μάλιστα τὸν βίον ὀνήσειν ἔμελλεν, οὕτω τὰ τῆς μάχης διευκρίνησεν· οὐ γὰρ ἡ μεμηνυῖα καὶ παραπλὴξ ἀναισθησία τῆς συνέσεως γέγονε κρείττων. | 62 |
54.6 | Ἐνίκησε δ’ Ἀθηνᾶ τὸν Ἄρην καὶ κατὰ γῆς ἐξέτεινεν, ἐπειδήπερ ἅπασα κακία χαμαιπετὴς ἐν τοῖς ταπεινοτάτοις ἔρριπται βαράθροις, πατούμενον νόσημα καὶ πρὸς πᾶσαν ὕβριν | |
5 | ὑποκείμενον. | |
54.7 | Ἀμέλει συνεξέτεινεν αὐτῷ τὴν Ἀφροδίτην, τουτέστι τὴν ἀκολασίαν· τὼ μὲν ἄρ’ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ συγγενῆ καὶ τοῖς πάθεσι γειτνιῶντα τὰ νοσήματα. | |
55.1 | Λητοῖ δ’ ἀνθέστηκεν Ἑρμῆς, ἐπειδήπερ ὁ μὲν οὐδὲν ἄλλο πλὴν λόγος ἐστὶ τῶν ἔνδον ἐν ἡμῖν παθῶν. | |
55.2 | Λόγῳ δὲ παντὶ μάχεται Λητώ, οἱονεὶ ληθώ τις οὖσα καθ’ ἑνὸς στοιχείου μετάθεσιν· | |
55.3 | τὸ γὰρ ἀμνημονούμενον οὐκέτι ἀγγελθῆναι δύναται, διὸ δὴ καὶ μητέρα Μουσῶν Μνημοσύ‐ νην ἱστοροῦσι, τὰς προστατίδας λόγου θεὰς ὑπὸ μνήμην γεγενῆσθαι λέγοντες. | |
55.4 | Εἰκὸς οὖν τὴν λήθην πρὸς ἀντίπαλον ἅμιλλαν ἐξωρμηκέναι. | |
55.5 | Δικαίως δ’ ὑπεῖξεν αὐτῇ· λόγου γὰρ ἧττα λήθη, καὶ τὸ φανερὸν ὑπ’ ἀμνηστίας ἐν κωφῇ νενίκηται σιωπῇ. | |
56.1 | Τῶν γε μὴν ὑπολειπομένων θεῶν ἡ μάχη φυσικωτέρα· Ἦ τοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος | |
ἵστατ’ Ἀπόλλων Φοῖβος. | 63 | |
56.2 | Ὕδατι πῦρ ἀντέθηκε, τὸν μὲν ἥλιον Ἀπόλλωνα προσ‐ αγορεύσας, τὴν δ’ ὑγρὰν φύσιν Ποσειδῶνα. | |
56.3 | Τούτων δ’ ἑκάτερον ὡς ἐναντίαν ἔχειν δύναμιν, τί δεῖ καὶ λέγειν; | |
56.4 | φθαρτικὸν κατ’ ἐπικράτειαν ἀεὶ θατέρου θάτερον. | |
56.5 | Καὶ μὴν ὑπὸ λεπτῆς τῆς περὶ τὴν ἀλήθειαν θεωρίας διαλύειν ἀμφοῖν τὴν μάχην. | |
56.6 | Ἐπειδήπερ ἡλίου τροφὴν ἀπεφηνάμεθα τὴν ἔνυγρον οὐσίαν καὶ μάλιστα τὴν ἁλμυράν | |
56.7 | —λεληθότως γὰρ ἀπὸ γῆς τὸ δίυγρον ἀνασπῶν τῆς ἀτμίδος τούτῳ μάλιστα τὴν πυρώδη φύσιν αὔξει—, | |
56.8 | χαλεπὸν δ’ ἦν τῷ τρέφοντι τὸ τρεφόμενον ἀνθεστάναι, διὰ τοῦθ’ ὑπεῖξαν ἀλλήλοις. | |
57.1 | Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος κελαδεινή Ἄρτεμις ἰοχέαιρα. | |
57.2 | Οὐδὲ τοῦτ’ ἀλόγως εἰσήγαγεν Ὅμηρος· ἀλλ’ ὥσπερ ἔφην Ἥρα μέν ἐστιν ἀήρ, τὴν δὲ σελήνην Ἄρτεμιν ὀνο‐ μάζει· | |
57.3 | πᾶν δὲ τὸ τεμνόμενον ἀεὶ πολέμιόν ἐστι τῷ τέμνοντι· | |
57.4 | διὰ τοῦτο ἐχθρὰν ἀέρι τὴν σελήνην ὑπεστή‐ σατο τὴν ἐν ἀέρι αὐτῆς φορὰν καὶ τοὺς δρόμους ὑποση‐ μαίνων. | |
57.5 | Εἰκὸς δὲ ταχέως νενικῆσθαι τὴν σελήνην· | |
57.6 | ἐπειδήπερ ὁ μὲν ἀὴρ πολὺς καὶ πάντῃ κεχυμένος, ἣ δ’ ἐλάττων καὶ | |
συνεχῶς ὑπὸ τῶν ἀερίων παθημάτων ἀμαυρουμένη τοῦτο μὲν ἐκλείψεσι, τοῦτο δ’ ἀχλύι καὶ ταῖς ὑποτρεχούσαις | 64 | |
5 | νεφέλαις. | |
57.7 | Διὰ τοῦτο τῆς νίκης τὰ βραβεῖα τῷ μείζονι καὶ συνεχῶς βλάπτοντι προσέθηκεν. | |
58.1 | Ἄντα δ’ ἄρ’ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης. | |
58.2 | Ἐν τοῖς ὑπὲρ Ἀπόλλωνος καὶ Ποσειδῶνος λόγοις τὸν ἐνουράνιον ἡμῖν αἰθέρα καὶ τὴν ἀκήρατον ἡλίου φλόγα δηλώσας, νῦν μεταβέβηκεν ἐπὶ τὸ θνητὸν πῦρ καὶ τοῦτο ἀνθώπλισε ποταμῷ, τὴν διάφορον ἑκατέρου φύσιν εἰς | |
5 | μάχην παροξύνας. | |
58.3 | Πρότερον μὲν εἴκοντα τὸν ἥλιον Ποσειδῶνι παρεισάγει, νῦν δὲ τὴν ὑγρὰν οὐσίαν ὑπὸ τῆς πυρώδους ἡττωμένην· δυνατώτερον γὰρ τόδε τὸ στοιχεῖον θατέρου. | |
58.4 | Τίς οὖν οὕτω μέμηνεν, ὡς θεοὺς μαχομένους ἀλλήλοις παρεισάγειν, Ὁμήρου φυσικῶς ταῦτα δι’ ἀλληγορίας θεολογήσαντος. | |
59.1 | Ἐπὶ τέλει οὖν τῆς Ἰλιάδος σφόδρα τὸν Ἑρμῆν ἐναργῶς ἀκολουθοῦντα Πριάμῳ δεδήλωκεν ἀλληγορήσας. | |
59.2 | Οὐδὲν γὰρ ἔοικεν οὕτω πειθήνιον ἀνδράσιν ὀργιζομένοις, οὐκ ἄργυρος, οὐ χρυσός, οὐδ’ ἡ διὰ δώρων πολυτέλεια· | |
59.3 | μειλίχιον δὲ καὶ προσηνὲς ἱκεσίας ὅπλον ἐστὶν ἡ διὰ τοῦ λόγου πειθώ. | |
59.4 | Πάνυ γοῦν ἀληθῶς Εὐριπίδης· | |
Οὐκ ἔστι Πειθοῦς ἱρὸν ἄλλο πλὴν λόγος. | 65 | |
59.5 | Τούτῳ τε Πρίαμος ὥσπερ ὀχυρᾷ παντευχίᾳ καθώπλι‐ σται· ᾧ καὶ μάλιστα τὴν Ἀχιλλέως ἐπέκλασεν ὀργήν, οὐκ ἐν ἀρχῇ δείξας «δώδεκα πέπλους, δώδεκα δ’ ἁπλοΐδας χλαίνας», τά τε λοιπὰ τῶν κομισθέντων δώρων, | |
59.6 | ἀλλ’ αἱ πρῶται τῆς ἱκεσίας φωναὶ τοὺς ἄρσενας αὐτοῦ θυμοὺς ἐξεθήλυναν· Μνῆσαι πατρὸς σοῖο, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ, τηλίκου οἷος ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ. | |
59.7 | Δι’ ὀλίγου προοιμίου τῶν λόγων συνήρπασεν Ἀχιλλέα καὶ σχεδὸν ἀντὶ Πριάμου γέγονε Πηλεύς. | |
59.8 | Διὰ τοῦτο ἠλέηται μὲν ἄχρι τραπέζης, λουτροῖς δὲ κοσμηθὲν ἀπο‐ δίδοται τὸ Ἕκτορος σῶμα. | |
59.9 | Τοσοῦτον ἴσχυσεν ὁ τῶν παθῶν ἑρμηνεὺς λόγος, ὃν ἀπέστειλεν Ὅμηρος αὐτῷ τῆς ἱκετείας παράκλητον. | |
60.1 | Ἆρ’ οὐκ ἀπόχρη δι’ ὅλης τῆς Ἰλιάδος συνᾴδουσα καὶ διηνεκὴς ἡ Ὁμήρου φιλοσοφία, ἐν ᾗ τὰ περὶ θεῶν ἠλληγόρησε; ζητοῦμεν δὲ τούτων τι περιττότερον καὶ μετὰ τοσαύτας ἀποδείξεις ἐνδεῖν ἔτι τὰ κατὰ τὴν Ὀδύσ‐ | |
5 | σειαν ἡγούμεθα; | |
60.2 | πλὴν ὅμως, ἀκόρεστον ἅπαν τὸ καλόν, ἀπὸ τῆς ἐναγωνίου καὶ πολεμικῆς Ἰλιάδος ἐπὶ τὴν ἠθικὴν μεταβῶμεν Ὀδύσσειαν. | |
60.3 | Οὐδὲ γὰρ αὕτη τελείως ἀφιλοσό‐ | |
φητος· ἀλλ’ ἐν ἑκατέροις τοῖς σωματίοις ὅμοιον εὑρίσκομεν Ὅμηρον, μηδὲν περὶ θεῶν ἀπρεπὲς ἱστοροῦντα, δίχα δὲ τῆς τοιαύτης ἐμπειρίας αἰνιττόμενον. | 66 | |
61.1 | Αὐτίκα τοίνυν ἐν ἀρχῇ τὴν Ἀθηνᾶν ὑπὸ Διὸς ἀπο‐ στελλομένην πρὸς Τηλέμαχον εὑρίσκομεν εὐλόγως, ἐπειδὴ ἐκ τῆς ἄγαν νεότητος ἤδη τὴν εἰκοσαετῆ ἡλικίαν ὑπερκύπ‐ των μετέβαινεν εἰς τὸν ἄνδρα | |
61.2 | καί τις αὐτὸν ὑπέδραμε τῶν γιγνομένων λογισμός, ὡς οὐκέτι χρὴ διακαρτερεῖν ἐπὶ τῇ τετραετεῖ τῶν μνηστήρων ἀσωτίᾳ. | |
61.3 | Τοῦτον οὖν τὸν ἀθροιζόμενον ἐν Τηλεμάχῳ λογισμὸν Ἀθηνᾶς ἐπιφάνειαν ἠλληγόρησεν. | |
61.4 | Ὁμοιωθεῖσα γὰρ γέροντι ἥκει· παλαιὸς γοῦν ὁμολογεῖται ξένος Ὀδυσσέως ὁ Μέντης εἶναι. | |
61.5 | Πολιὰ δὲ καὶ γῆρας ἱεροὶ τῶν τελευταίων χρόνων λιμένες, ἀσφαλὲς ἀνθρώποις ὅρμισμα, καὶ ὅσον ἡ τοῦ σώματος ἰσχὺς ὑποφθίνει, τοσοῦτον ἡ τῆς διανοίας αὔξεται ῥῶσις. | |
62.1 | Τίνα τοίνυν παρεισελθὼν ὁ νοῦς ἐξεπαίδευσε τὸν Τηλέμαχον, οὐ θεᾶς παρακαθημένης καὶ ταῦθ’ ἃ λέγει παραινούσης διαπεττεύοντος; | |
62.2 | Ἄγε δή, φησίν, ὦ Τηλέμαχε, μειρακίου γὰρ ἤδη τι φρονεῖς πλέον· Νῆ’ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη, | |
ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο· | 67 | |
62.3 | Πρῶτος εὐσεβὴς καὶ δίκαιος ἐκ βαθείας τῆς διὰ τὴν ἡλικίαν ἀφροσύνης ὑπεισῆλθε λογισμός, ὡς οὐκ ἄξιόν ἐστιν ἀργοὺς ἐν Ἰθάκῃ κατατρίβειν χρόνους ἀμνηστίαν ἔχοντας τοῦ γεγεννηκότος, | |
62.4 | ἀλλ’ ἀναγκαῖον ἤδη ποτὲ τὸν φιλοπάτορα ναῦν εὐτρεπισάμενον ἐπὶ τὰς διαποντίους ἐκδραμεῖν κληδόνας, ἵνα τὴν Ὀδυσσέως ἀπόδημον ἄγνοιαν ἀνιχνεύσῃ. | |
62.5 | Δεύτερον δ’ ἐπὶ τούτοις διεσκέψατο, ὅπου μάλιστα δεῖ τὴν πατρῴαν ἐρευνῆσαι τύχην. | |
62.6 | Ὑπηγόρευσε δ’ ἡ φρόνησις ἐγγὺς αὐτοῦ καθεζομένη· Πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον, κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον. | |
62.7 | Ὃ μὲν γὰρ εἶχε τὴν ἀπὸ γήρως ἐμπειρίαν, ὃ δ’ ἀπὸ τῆς ὀκταετοῦς πλάνης ἐπανεληλύθει νεωστί· δεύτατος γὰρ ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων. Ἔμελλεν οὖν ὠφέλιμος αὐτῷ παραινῶν γενήσεσθαι | |
5 | Νέστωρ, τἀληθῆ δὲ περὶ τῆς Ὀδυσσέως πλάνης ἐρεῖν Μενέλαος. | |
63.1 | Ἄμα δὲ ταῦτ’ ἐννοούμενος ὡσπερεὶ παρακροτῶν ἑαυτὸν εἶπεν· οὐδέ τί σε χρή νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσί. | |
63.2 | Ὡσπερεὶ παιδαγωγὸς καὶ πατὴρ ὁ λογισμὸς αὐτοῦ τὸ μεθεκτικὸν τῶν φροντίδων ἀνήγειρεν· εἶτα καθ’ ὁμοίωσιν ἡλικιώτιδος ἀρετῆς εἰς τὴν ἴσην φρόνησιν αὐτὸν παρα‐ κέκληκεν· | 68 |
63.3 | ἦ οὐκ ἀίεις, οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης πάντας ἐπ’ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα; | |
63.4 | Τοιούτοις ἐπαρθεὶς λογισμοῖς εὐλόγως μετέωρον αὐτοῦ τὴν διάνοιαν ἐλαφρίζει· προσείκασεν αὐτὴν Ὅμηρος ὄρνιθι λέγων· ὄρνις δ’ ὣς ἀνοπαῖα διέπτατο. | |
63.5 | Μεταρσία γὰρ ἡ φρόνησις ὡς ἂν οἶμαι τηλικοῦτον ὄγκον ἐν αὑτῇ πραγμάτων κυοφοροῦσα διανέστηκεν. | |
63.6 | Ἀμέλει ταχέως ἐκκλησία συναθροίζεται, καὶ πατρῴοις λόγοις ἐνρητορεύει. | |
63.7 | Τὸν δ’ ἀπόπλουν εὐτρέπιζεν ὁ τῆς ἀλληγορίας ἐπώνυμος, Φρονίου μὲν υἱός, Νοήμων δὲ τοὔνομα· δι’ ὧν ἀμφοτέρων οὐδὲν ἄλλο πλὴν τοὺς ὑπογύους αὐτοῦ λογισμοὺς ὑπεσήμαινεν. | |
63.8 | Ἐμβαίνοντι δ’ αὐτῷ τῆς νεὼς συνεμβέβηκεν Ἀθηνᾶ, Μέντορι τὴν μορφὴν εἰκασμένη πάλιν, ἀνδρὶ πρὸς φροντίδας τὴν διάνοιαν ἔχοντι, φρονήσεως μητέρα. | |
63.9 | Δι’ ὧν ἁπάντων ἡ κατ’ ὀλίγον ἐν τῷ Τηλεμάχῳ τρεφομένη σύνεσις ἐν τοῖς ἔπεσιν ἱστόρηται. | |
64.1 | Καὶ μὴν ὁ περὶ Πρωτέως λόγος οὕτω πολὺς ἐκταθεὶς ὑπὸ Μενελάου τὴν ἐξαπατῶσαν εὐθὺς ἔχει φαντασίαν· | |
64.2 | πάνυ μυθώδης γεγονέναι τῆς ἐν Αἰγύπτῳ νησίδος | |
ἄθλιον ἔποικον εἰς ἀθανάτου μέτρα τιμωρίας παρελκόμενον, ᾧ βίος ἠπείρου καὶ θαλάττης κοινὸς ἀτυχεῖς ὕπνους μετὰ φωκῶν κοιμώμενος, ἵν’ αὐτοῦ κολάζηται καὶ τὸ τερπνόν. | 69 | |
64.3 | Θυγάτηρ δ’ Εἰδοθέα διὰ πατρὸς ἀδικίας ξένον εὖ ποιοῦσα καὶ γινομένη προδότις αὐτοῦ· δεσμοὶ μετὰ τοῦτο καὶ Μενέλαος ἐνεδρεύων· | |
64.4 | εἶθ’ ἡ πολυπρόσωπος εἰς ἅπαντα ἃ βούλεται Πρωτέως μεταμόρφωσις ποιητικοὶ καὶ τεράστιοι μῦθοι δοκοῦσιν, εἰ μή τις οὐρανίῳ ψυχῇ τὰς ὀλυμπίους Ὁμήρου τελετὰς ἱεροφαντήσειε. | |
65.1 | Τὴν γοῦν προμήτορα τῶν ὅλων ὑφίσταται γένεσιν, ἀφ’ ἧς τὸ πᾶν ῥιζωθὲν εἰς ὃ νῦν βλέπομεν ἥκει κατάστημα. | |
65.2 | Παλαιοὶ γὰρ ἦσάν ποτε χρόνοι, καθ’ οὓς ἀτύπωτον ἢ ὑπόλιμνον ἦν, οὐδέπω κεκριμένοις χαρακτῆρσιν εἰς τέλειον ἥκουσα μορφῆς· | |
65.3 | οὔτε γὰρ γῇ τῶν ὅλων ἑστίᾳ κέντρον ἐπεπήγει βέβαιον οὔτ’ οὐρανὸς περὶ τὴν ἀίδιον φορὰν ἱδρυμένος ἐκυκλεῖτο, πάντα δ’ ἦν ἀνήλιος ἠρεμία καὶ κατηφοῦσα σιγή, καὶ πλέον οὐδὲν ἦν [ἢ] κεχυμένης | |
5 | ὕλης· | |
65.4 | ἄμορφος γὰρ ἀργία, πρὶν ἡ δημιουργὸς ἁπάντων καὶ κοσμοτόκος ἀρχὴ σωτήριον ἑλκύσασα τῷ βίῳ τύπον τὸν κόσμον ἀπέδωκε τῷ κόσμῳ· | |
65.5 | διεζεύγνυ τὸν μὲν οὐρανὸν γῆς, ἐχώριζε δὲ τὴν ἤπειρον θαλάττης, τέτταρα δὲ στοιχεῖα, τῶν ὅλων ῥίζα καὶ γέννα, ἐν τάξει τὴν ἰδίαν μορφὴν ἐκομίζετο· | |
65.6 | τούτων δὲ προμηθῶς κιρναμένων ὁ θεὸς 〈.....〉 μηδεμιᾶς οὔσης διακρίσεως περὶ τὴν ἄμορφον | |
ὕλην. | 70 | |
66.1 | Πρωτέως δὲ θυγάτηρ Εἰδοθέα δικαίως, εἴδους ἑκάστου γενομένη θέα. Διὰ τοῦτο, μία τὸ πρὶν ὢν φύσις, ὁ Πρωτεὺς εἰς πολλὰς ἐμερίζετο μορφὰς ὑπὸ τῆς προνοίας διαπλατ‐ τόμενος· | |
66.2 | Ἤτοι μὲν πρώτιστα λέων γένετ’ ἠυγένειος, αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς, γίνετο δ’ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον. | |
66.3 | Διὰ μὲν οὖν τοῦ λέοντος, ἐμπύρου ζῴου, τὸν αἰθέρα δηλοῖ. | |
66.4 | Δράκων δ’ ἐστὶν ἡ γῆ· τὸ γὰρ αὐτόχθον αὐτοῦ καὶ γηγενὲς οὐδὲν ἄλλο πλὴν τοῦτο σημαίνει. | |
66.5 | Δένδρον γε μήν, ἅπαν αὐξανόμενον καὶ τὴν ἀπὸ γῆς ὁρμὴν μεταρ‐ σίαν ἀεὶ λαμβάνον, συμβολικῶς εἶπεν ἀέρα. | |
66.6 | Τὸ μὲν γὰρ ὕδωρ εἰς ἀσφαλεστέραν ὧν προῃνίξατο δήλωσιν ἐκ τοῦ φανερωτέρου παρέστησεν εἰπών· γίνετο δ’ ὑγρὸν ὕδωρ. | |
66.7 | Ὥστ’ εὔλογον τὴν μὲν ἄμορφον ὕλην Πρωτέα καλεῖ‐ σθαι, τὴν δ’ εἰδωλοπλαστήσασαν ἕκαστα πρόνοιαν Εἰδοθέαν, ἐξ ἀμφοῖν δὲ πᾶν διακριθὲν εἰς τὰ συνεχῆ καὶ προστακτικὰ τῶν ὅλων σχισθῆναι. | |
66.8 | Πιθανῶς δὲ καὶ τὴν νῆσον, ἐν ᾗ ταῦτα διέπλασε, Φάρον ὠνόμασεν, ἐπειδήπερ ἐστὶ τὸ φέρσαι γεννῆσαι, | |
66.9 | καὶ τὴν γῆν ἀφάρωτον ὁ Καλλίμαχος εἶπε τὴν ἄγονον· ἀφάρωτος οἷον γυνή. | |
66.10 | Φυσικῶς οὖν τὸν ἁπάντων πατέρα χῶρον ὠνόμασε Φάρον, ἐκ τῆς γονίμου προσηγορίας ὃ μάλιστα ἐβούλετο | |
σημήνας. | 71 | |
67.1 | Τίσι γε μὴν ἐπιθέτοις καὶ τὸν Πρωτέα κεκόσμηκεν, ἤδη σκοπῶμεν· πωλεῖταί τις δεῦρο γέρων ἄλιος νημερτής. | |
67.2 | Τὸ μὲν γὰρ οἶμαι τῆς ἀρχεγόνου καὶ πρώτης οὐσίας γεραίτερον, ὥστε ἀποσεμνῦναι τῇ πολιᾷ τοῦ χρόνου τὴν ἄμορφον ὕλην. | |
67.3 | Ἅλιον δ’ ὠνόμασεν οὐ μὰ Δί’ οὐ θαλάτ‐ τιόν τινα δαίμονα καὶ κατὰ κυμάτων ζῶντα, τὸ δ’ ἐκ πολλῶν καὶ παντοδαπῶν συνηλισμένον, ὅπερ ἐστὶ συνη‐ θροισμένον. | |
67.4 | Νημερτὴς δ’ εὐλόγως εἴρηται· τί γὰρ ταύτης τῆς οὐσίας ἀληθουργέστερον, ἐξ ἧς ἅπαντα γεγενῆσθαι νομιστέον; | |
67.5 | Καὶ μὴν καὶ ἡ Καλυψὼ τὴν πειθὼ τῶν ποικίλων παρ’ Ὀδυσσέως λόγων Ἑρμῆν προσηγόρευσε, μόγις μέν, ἀλλ’ ὅμως καταθέλξαντος αὐτοῦ τὸν ἔρωτα τῆς νύμφης, ἵν’ εἰς Ἰθάκην προπεμφθείη. | |
67.6 | Διὰ τοῦτ’ ὄρνιθι προσωμοιω‐ μένος Ἑρμῆς ἐλήλυθεν ἀπ’ Ὀλύμπου· | |
67.7 | «πτερόεντα» γὰρ τὰ ἔπη κατὰ τὸν Ὅμηρον καὶ τάχιον οὐδὲν ἐν ἀνθρώποις λόγου. | |
68.1 | Δεῖ δὲ ἡμᾶς οὐδὲ τὰ μικρὰ παροδεύειν, ἀλλὰ καὶ δι’ ἐκείνων τὴν λεπτὴν ἐξετάζειν Ὁμήρου φροντίδα. | |
68.2 | Τὸν γὰρ Ἡμέρας καὶ Ὠρίωνος ἔρωτα, πάθος οὐδ’ ἀνθρώποις εὔσχημον, ἠλληγόρησεν· | |
Ὣς μέν, ὅτ’ Ὠρίων’ ἕλετο ῥοδοδάκτυλος Ἠώς. | 72 | |
68.3 | Παρεισάγει γὰρ αὐτὸν ἔτι νεανίαν ἐν ἀκμῇ τοῦ σώματος ὑπὸ τοῦ χρεὼν πρὸ μοίρας συνηρπασμένον. | |
68.4 | Ἦν δὲ παλαιὸν ἔθος τὰ σώματα τῶν καμνόντων, ἐπειδὰν ἀναπαύσηται τοῦ βίου, μήτε νύκτωρ ἐκκομίζειν μήθ’ ὅταν ὑπὲρ γῆς τὸ μεσημβρινὸν ἐπιτείνηται θάλπος, ἀλλὰ πρὸς βαθὺν ὄρθρον ἀπύροις ἡλίου ἀκτῖσιν ἀνιόντος. | |
68.5 | Ἐπειδὰν οὖν εὐγενὴς νεανίας ἅμα καὶ κάλλει προέχων τελευτήσῃ, τὴν ὄρθριον ἐκκομιδὴν ἐπευφήμουν Ἡμέρας ἁρπαγὴν ὡς οὐκ ἀποθανόντος, ἀλλὰ δι’ ἐρωτικὴν ἐπιθυμίαν ἀνηρπασ‐ | |
5 | μένου. | |
68.6 | Καθ’ Ὅμηρον δὲ τοῦτό φασιν. | |
68.7 | Ἰασίων, ἀνὴρ γεωργίας ἐπιμελούμενος καὶ δαψιλῶς τοὺς ἀπὸ τῶν ἰδίων ἀγρῶν καρποὺς λαμβάνων, εἰκότως ὑπὸ τῆς Δήμητρος ἔδοξεν ἠγαπῆσθαι. | |
68.8 | Δι’ ὧν Ὅμηρος οὐκ ἀσελγεῖς ἔρωτας ἱστορεῖ θεῶν οὐδ’ ἀκολασίας, σημαίνει δὲ τὰς εὐαγεστάτας Ἡμέραν τε καὶ Δήμητραν· | |
68.9 | τοῖς εὐσεβῶς ἐρευνᾶν ἐθέλουσι φυσικῆς ἀκριβῆ θεωρίας ἀφορμὴν χαρίζεται. | |
69.1 | Νῦν τοίνυν ἅπαντα τἆλλα ἀφέντες ἐπὶ τὴν διηνεκῆ καὶ χαλεπῶς θρυλουμένην ὑπὸ τῶν συκοφαντῶν κατ‐ ηγορίαν τραπῶμεν. | |
69.2 | Ἄνω γὰρ οὖν καὶ κάτω τραγῳδοῦσι τὰ περὶ Ἄρεος καὶ Ἀφροδίτης ἀσεβῶς διαπεπλάσθαι λέγοντες· | |
69.3 | ἀκολασίαν γὰρ ἐμπεπολίτευκεν οὐρανῷ καὶ τὸ παρ’ ἀνθρώποις, ὅταν γένηται, θανάτου τιμωρούμενον οὐκ ἐδυσωπήθη παρὰ θεοῖς ἱστορῆσαι, λέγω δὲ μοιχείαν. | 73 |
69.4 | Ἀμφ’ Ἄρεος φιλότητος ἐυστεφάνου τ’ Ἀφροδίτης, ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισιν. | |
69.5 | εἶτα μετὰ τοῦτο δεσμοὶ καὶ θεῶν γέλωτες ἱκεσία τε πρὸς Ἥφαιστον Ποσειδῶνος· | |
69.6 | ἅπερ οἱ θεοὶ νοσοῦσιν, οὐκέτι τοὺς παρ’ ἀνθρώποις ἀδικοῦντας ἔδει κολάζεσθαι. | |
69.7 | Νομίζω δ’ ἔγωγε καίπερ ἐν Φαίαξιν, ἀνθρώποις ἡδονῇ δεδουλωμένοις, ᾀδόμενα ταῦτα φιλοσόφου τινὸς ἐπιστήμης ἔχεσθαι· | |
69.8 | τὰ γὰρ Σικελικὰ δόγματα καὶ τὴν Ἐμπεδόκλειον γνώμην ἔοικεν ἀπὸ τούτων βεβαιοῦν, Ἄρην μὲν ὀνομάσας τὸ νεῖκος, τὴν δὲ Ἀφροδίτην φιλίαν. | |
69.9 | Τούτους οὖν διεστηκότας ἐν ἀρχῇ παρεισήγαγεν Ὅμηρος ἐκ τῆς πάλαι φιλονεικίας εἰς μίαν ὁμόνοιαν κιρναμένους. | |
69.10 | Ὅθεν εὐλόγως ἐξ ἀμφοῖν Ἁρμονία γεγένηται τοῦ παντὸς ἀσαλεύτως καὶ κατ’ ἐμμέλειαν ἁρμοσθέντος. | |
69.11 | Γελᾶν δ’ ἐπὶ τούτοις εἰκὸς ἦν καὶ συνή‐ δεσθαι τοὺς θεούς, ἅτε δὴ τῶν ἰδίων χαρίτων οὐκ ἐπὶ φθοραῖς διισταμένων, ἀλλ’ ὁμονοοῦσαν εἰρήνην ἀγόντων. | |
69.12 | Δύναταί γε μὴν καὶ περὶ τῆς χαλκευτικῆς τέχνης ἀλληγορεῖν. | |
69.13 | Ὁ μὲν γὰρ Ἄρης εἰκότως ἂν ὀνομάζοιτο σίδηρος, τοῦτον δὲ ῥᾳδίως Ἥφαιστος ἐχειρώσατο· | |
69.14 | τὸ γὰρ πῦρ, ἅτ’ οἶμαι σιδήρου κραταιοτέρας δυνάμεως μετειληχός, εὐκόλως ἐν αὑτῷ τὴν ἐκείνου στερρότητα θηλύνει. | |
69.15 | Δεῖ δὲ τῷ τεχνίτῃ πρὸς τὸ κατασκευαζόμε‐ νον καὶ Ἀφροδίτης· ὅθεν οἶμαι διὰ πυρὸς μαλάξας τὸν σίδηρον ἐπαφροδίτῳ τινὶ τέχνῃ τὴν ἐργασίαν κατώρ‐ θωσε. | |
69.16 | Ποσειδῶν δ’ ἐστὶν ὁ ῥυόμενος παρ’ Ἡφαίστου τὸν Ἄρη πιθανῶς, ἐπειδήπερ ἐκ τῶν βαύνων διάπυρος ὁ τοῦ σιδήρου μύδρος ἑλκυσθεὶς ὕδατι βαπτίζεται καὶ τὸ φλογῶδες ὑπὸ τῆς ἰδίας φύσεως κατασβεσθὲν ἀναπαύεται. | 74 |
70.1 | Καθόλου δὲ τὴν Ὀδυσσέως πλάνην, εἴ τις ἀκριβῶς ἐθέλει σκοπεῖν, ἠλληγορημένην εὑρήσει· | |
70.2 | πάσης γὰρ ἀρετῆς καθάπερ ὄργανόν τι τὸν Ὀδυσσέα παραστησάμενος ἑαυτῷ διὰ τοῦτο πεφιλοσόφηκεν, ἐπειδὴ τὰς ἐκνεμομένας τὸν ἀνθρώπινον βίον ἤχθηρε κακίας. | |
70.3 | Ἡδονὴν μέν γε, τὸ Λωτοφάγον χωρίον, ξένης γεωργὸν ἀπολαύσεως, ἣν Ὀδυσσεὺς ἐγκρατῶς παρέπλευσεν· | |
70.4 | τὸν δ’ ἄγριον ἑκάστου θυμὸν ὡσπερεὶ καυτηρίῳ τῇ παραινέσει τῶν λόγων ἐπήρωσε. | |
70.5 | Κύκλωψ δὲ οὗτος ὠνόμασται, ὁ τοὺς λογισμοὺς ὑποκλωπῶν. | |
70.6 | Τί δ’; οὐχὶ πρῶτος εὔδιον πλοῦν δι’ ἐπιστήμης ἀστρονόμου τεκμηράμενος ἔδοξεν ἀνέμους δεδωκέναι; | |
70.7 | Φαρμάκων τε τῶν παρὰ Κίρκης γέγονε κρείττων, ὑπὸ πολλῆς σοφίας πεμμάτων ἐπεισάκτων κακῶν λύσιν εὑρόμενος. | |
70.8 | Ἡ δὲ φρόνησις ἕως Ἅιδου καταβέβηκεν, ἵνα μηδὲ τῶν νέρθεν ἀδιερεύνητον ᾖ. | |
70.9 | Τίς δὲ Σειρήνων ἀκούει, τὰς πολυπείρους ἱστορίας παντὸς αἰῶνος ἐκμαθών; | |
70.10 | Καὶ | |
Χάρυβδις μὲν ἡ δάπανος ἀσωτία καὶ περὶ πότους ἄπληστος εὐλόγως ὠνόμασται· | 75 | |
70.11 | Σκύλλαν δὲ τὴν πολύμορφον ἀναίδειαν ἠλληγόρησε, διὸ δὴ κύνας οὐκ ἀλόγως ὑπέζωσ‐ ται προτομαῖς ἁρπαγῇ, τόλμῃ καὶ πλεονεξίᾳ πεφραγμέ‐ ναις· | |
70.12 | αἱ δ’ ἡλίου βόες ἐγκράτεια γαστρός εἰσιν, εἰ μηδὲ λιμὸν ἔσχεν ἀδικίας ἀνάγκην. | |
70.13 | Ἃ δὴ μυθικῶς μέν ἐστιν εἰρημένα περὶ τοὺς ἀκού‐ οντας, εἰ δ’ ἐπὶ τὴν ἠλληγορημένην σοφίαν καταβέβηκεν, ὠφελιμώτατα τοῖς μιμουμένοις γενήσεται. | |
71.1 | Τὸν μὲν γὰρ Αἴολον ἐξαιρέτως ἔγωγε νομίζω τὸν ἐνιαυτὸν εἶναι, ταῖς δωδεκαμήνοις τοῦ χρόνου περιόδοις ἐνδεδεμένον. | |
71.2 | Ὠνόμασται γοῦν Αἴολος, τουτέστι ποικίλος, ἐπειδήπερ οὐκ ἰσοχρόνῳ καὶ μονοειδεῖ κατὰ πᾶσαν ὥραν τῇ φύσει συνήνωται, διάφοροι δ’ αὐτὸν αἱ παρ’ ἕκαστα μεταβολαὶ ποικίλλουσιν. | |
71.3 | Ἔκ τε γὰρ ἀργαλέου κρύους εἰς πραεῖαν ἡδονὴν ἔαρος γαληνοῦται, | |
71.4 | καὶ τὸ νοτερὸν τῆς ἐαριζούσης καταστάσεως ἔμπυρος ἡ τοῦ θέρους βία πυκνοῖ, | |
71.5 | μετόπωρον δέ, φθινὰς ὥρα καρπῶν ἐτησίων, τὸ θέρειον ἑλκύσασα θάλπος ὥραις χειμερίαις προοιμιάζεται. | |
71.6 | Ταύτης δὲ τῆς ποικιλίας ὁ ἐνιαυτὸς ὢν πατὴρ εἰκότως Αἴολος ὠνόμασται. | |
71.7 | Παῖδα δ’ αὐτὸν ὠνόμασεν Ἱππότου· τί γὰρ ὀξύτερον χρόνου; τί δ’ οὕτω ποδῶκες, ἀεὶ φερομένῳ καὶ ῥέοντι τῷ τάχει τοὺς ὅλους αἰῶνας ἐκμετρουμένου; | 76 |
71.8 | Δώδεκα δ’ αὐτοῦ παῖδές εἰσιν οἱ μῆνες, ἓξ μὲν θυγατέρες, ἓξ δ’ υἱέες ἡβώοντες. | |
71.9 | Τὸ μὲν εὔκαρπον καὶ γόνιμον τῶν τὸ θέρος ἐκπιμ‐ πλάντων μηνῶν θηλείᾳ γονῇ προσείκασε, τὸ δὲ στερρὸν καὶ πεπηγὸς τῶν χειμερίων ἠρρένωσεν. | |
71.10 | Οὐκ ἀσεβὴς δ’ οὐδ’ ὁ περὶ τῶν γάμων μῦθος, ἀλλὰ τοὺς ἀδελφοὺς ἀνέμιξε ταῖς ἀδελφαῖς, ἐπειδήπερ ὑπ’ ἀλλήλων συμβέβηκε τὰς ὥρας ὀχεῖσθαι. | |
71.11 | Ταμίας δ’ ἐστὶν ἀνέμων, ἠμὲν παυέμεναι ἠδ’ ὀρνύμεν ὅν κ’ ἐθέλῃσιν· ἔμμηνοι γὰρ αἱ τούτων φοραὶ καὶ κατὰ προθεσμίαν πνέουσαι, δεσπότης δ’ ἁπάντων ὁ ἐνιαυτός. | |
72.1 | Καὶ τὰ μὲν ὑπὲρ Αἰόλου τοιαύτης ἠξίωται φυσιολο‐ γίας. | |
72.2 | Ὁ δὲ Κίρκης κυκεὼν ἡδονῆς ἐστὶν ἀγγεῖον, ὃ πίνοντες οἱ ἀκόλαστοι διὰ τῆς ἐφημέρου πλησμονῆς συῶν ἀθλιώ‐ τερον βίον ζῶσι. | |
72.3 | Διὰ τοῦτο οἱ μὲν Ὀδυσσέως ἑταῖροι, χορὸς ὄντες ἠλίθιος, ἥττηνται τῆς γαστριμαργίας, ἡ δ’ Ὀδυσσέως φρόνησις ἐνίκησε τὴν παρὰ Κίρκῃ τρυφήν. | |
72.4 | Ἀμέλει τὸ πρῶτον ἐκ τῆς νεὼς ἀνιόντι καὶ πλησίον | |
ὄντι τοῖς προθύροις Ἑρμῆς ἐφίσταται, τουτέστιν ὁ ἔμφρων λόγος. | 77 | |
72.5 | Ὑφιστάμεθα γοῦν ἐτύμως αὐτὸν Ἑρμῆν λέγεσθαι παντὸς τοῦ νοουμένου κατὰ ψυχὴν ἑρμηνέα τινὰ ὄντα. | |
72.6 | Τετράγωνόν τε ζωγράφων καὶ λιθοξόων χεῖρες αὐτὸν ἐλείαναν, ὅτι πᾶς ὀρθὸς λόγος ἑδραίαν ἔχει τὴν βάσιν οὐκ ὀλισθηρῶς ἐφ’ ἑκάτερα κυλινδούμενος. | |
72.7 | Καὶ μὴν πτεροῖς ἀνέστεψαν αὐτὸν, αἰνιττόμενοι τὸ παντὸς λόγου τάχος. | |
72.8 | Εἰρήνῃ τε χαίρει· πόλεμοι γὰρ οὐχ ἥκιστα λόγων ἐνδεεῖς, τὸ γὰρ πλεῖστον ἐν αὐτοῖς κράτος εἰλήχασι χεῖρες. | |
72.9 | Ὅμηρος δὲ καὶ διὰ τῶν ἐπιθέτων τοῦτ’ ἔοικεν ἡμῖν σαφέστερον ποιεῖν. | |
72.10 | «Ἀργειφόντην» τε γὰρ ὀνομάζει τὸν θεόν, οὐ μὰ Δί’ οὐχὶ τοὺς Ἡσιοδείους μύθους ἐπιστά‐ μενος, ὅτι τὸν βουκόλον Ἰοῦς ἐφόνευσεν· | |
72.11 | ἀλλ’ ἐπειδὴ μία παντὸς λόγου φύσις ἐκφαίνει ἐναργῶς τὸ νοούμενον, διὰ τοῦτο εἶπεν αὐτὸν ἀργειφόντην. | |
72.12 | «Ἐριούνιον» καὶ «σῶκον», ἔτι δ’ «ἀκάκητα» λόγων ἐμφρόνων τὸ τελειό‐ τατόν ἐστι μαρτύριον· | |
72.13 | ἐκτός τε γὰρ κακίας ὁ λογισμὸς ᾤκισται, σῴζει δὲ πάντα τὸν χρώμενον αὐτῷ καὶ μέγα ὠφέλησεν. | |
72.14 | Τί οὖν δὴ διπλᾶς καὶ διχρόνους διένειμε τῷ θεῷ τιμάς, τὴν μὲν ὑπὸ γῆν χθονίαν, τὴν δ’ ὑπὲρ ἡμᾶς οὐρά‐ νιον; ἐπειδὴ διπλοῦς ὁ λόγος. | |
72.15 | Τούτων δ’ οἱ φιλόσοφοι τὸν μὲν ἐνδιάθετον καλοῦσι, τὸν δὲ προφορικόν. | |
72.16 | Ὃ μὲν οὖν τῶν ἔνδον λογισμῶν ἐστὶ διάγγελος, ὃ δ’ ὑπὸ τοῖς στέρνοις καθεῖρκται. | |
72.17 | Φασὶ δὲ τούτῳ χρῆσθαι καὶ τὸ θεῖον· μηδενὸς γὰρ ὄντες ἐνδεεῖς τὴν φωνὴν τῆς χρείας ἐν αὑτοῖς στέργουσι. | 78 |
72.18 | Διὰ τοῦτ’ οὖν Ὅμηρος τὸν μὲν ἐνδιάθετον εἶπε χθόνιον, ἀφανὴς γὰρ ἐν τοῖς τῆς διανοίας βυθοῖς ἀπεσκότωται, τὸν δὲ προφορικόν, ἐπειδὴ πόρρωθέν ἐστι δῆλος, ἐν οὐρανῷ κατῴκισεν. | |
72.19 | Γλῶττα δ’ αὐτῷ θυσία, τὸ μόνον λόγου μέρος, καὶ τελευταίῳ κατὰ κοίτην ἰόντες Ἑρμῇ σπένδουσιν, ἐπειδὴ πάσης φωνῆς ἐστιν ὅρος ὕπνος. | |
73.1 | Οὗτος οὖν Ὀδυσσεῖ παρέστηκε σύμβουλος ἐπὶ Κίρκην βαδίζοντι. | |
73.2 | Καὶ κατ’ ἀρχὰς μὲν ὑπ’ ὀργῆς τε καὶ λύπης ὧν ἐπύθετο φερόμενος ἀκρίτως ἐνθουσιᾷ. | |
73.3 | Κατὰ μικρὸν δ’ ἐκείνων τῶν παθῶν μαραινομένων ὑπαναλύεται τὸ μετὰ τοῦ συμφέροντος εὐλόγιστον, ὅθεν Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν | |
5 | αὐτῷ. | |
73.4 | Τὸ μέν γε χρυσοῦν ἀντὶ τοῦ καλοῦ παρείληπται, τὸ δὲ ῥάπτειν μεταφορικῶς ἀντὶ τοῦ συντιθέναι τε καὶ διανοεῖσθαι. | |
73.5 | Λέγει γοῦν ἐν ἑτέροις· κακὰ ῥάπτομεν ἀμφιέποντες. | |
73.6 | Διὰ τοῦτο καὶ μύθους πλοκίους εἶπεν, ἐπειδὴ λόγος ἐκ | |
λόγου γινόμενος καὶ συρραφὴς αὐτῷ γινόμενος εὑρίσκει τὸ συμφέρον. | 79 | |
73.7 | Οὐκοῦν χρυσόρραπιν εἶπε τὸν λόγον ἐκ τοῦ δύνασθαι καλῶς βουλεύεσθαί τε καὶ ῥάπτειν πράγματα. | |
73.8 | Παραστὰς οὖν οὗτος ὁ λογισμὸς ἀπὸ τῆς ἀκρατοῦς ὀργῆς ἐπέπληξεν αὐτῷ μάτην κατασπεύδοντι· Τίφθ’ αὕτως, δύστηνε, δι’ ἀκρίας ἔρχεαι οἶος, χώρου ἄιδρις ἐών; | |
73.9 | Ταῦτα πρὸς αὑτὸν ἐλάλησεν Ὀδυσσεὺς μετανοοῦντι λογισμῷ τὴν πρότερον ὁρμὴν ἀναχαλινώσας. | |
73.10 | Τὴν δὲ φρόνησιν οὐκ ἀπιθάνως μῶλυ, μόνους 〈εἰσ〉 ἀνθρώπους ἢ μόλις εἰς ὀλίγους ἐρχομένην· | |
73.11 | φύσις δ’ αὐτῆς ῥίζα μέλαινα, γάλακτι δὲ εἴκελον ἄνθος· | |
73.12 | Πάντα γὰρ οὖν συλλήβδην τὰ τηλικαῦτα τῶν ἀγαθῶν τὰς μὲν ἀρχὰς προσάντεις καὶ χαλεπὰς ἔχει, γενικῶς δ’ ὅταν ὑποστῇ τις ἐναθλήσας τῷ κατ’ ἀρχὴν πόνῳ, τηνικαῦτα γλυκὺς ἐν φωτὶ τῶν ὠφελειῶν ὁ καρπός. | |
73.13 | Ὑπὸ τοιούτου φρουρούμενος Ὀδυσσεὺς λογισμοῦ τὰ Κίρκης νενίκηκε φάρμακα. | |
74.1 | Μεταβὰς δὲ ὑπὲρ γῆς θεωρημάτων Ὅμηρος οὐδὲ τὴν ἀφανῆ καὶ νεκρὰν φύσιν εἴασεν ἀναλληγόρητον, ἀλλὰ καὶ τὰ ἐν Ἅιδου συμβολικῶς ἐφιλοσόφησε. | |
74.2 | Κωκυτὸς γοῦν ὁ πρῶτος ὀνομάζεται ποταμὸς ἐπώνυμος ἀνθρωπίνου | |
πάθους κακόν, θρῆνοι γὰρ ἐπὶ τοῖς τεθνεῶσιν οἱ παρὰ τῶν ζώντων. | 80 | |
74.3 | Πυριφλεγέθοντα δ’ ἐφεξῆς ὀνομάζει· μετὰ γὰρ τὰ δάκρυα ταφαὶ καὶ πῦρ ἀφανίζον ὅ ἐστι θνητῆς σαρκὸς ἐν ἡμῖν. | |
74.4 | Ἀμφοτέρους δὲ τοὺς ποταμοὺς εἰς ἕνα τὸν Ἀχέροντα συρρέοντας οἶδεν, ἐπειδήπερ ἐκδέχεται μετὰ τοὺς πρώτους κωκυτοὺς καὶ τὴν ὀφειλομένην ταφὴν ἄχη τινὰ καὶ λῦπαι χρόνιοι πρὸς ὀλίγας ὑπομνήσεις | |
5 | ἐρεθίζουσαι τὰ πάθη. | |
74.5 | Στυγὸς δ’ ἀπορρῶγες οἱ ποταμοὶ διὰ τὴν στυγνότητα καὶ τὴν ἐπὶ τῷ θανάτῳ κατήφειαν. | |
74.6 | Ἀίδης μὲν οὖν ὁ ἀφανὴς τόπος ἐπωνύμως ὠνόμασται, Φερσεφόνη δ’ ἄλλως ἡ τὰ πάντα πεφυκυῖα διαφθείρειν· | |
74.7 | ἐν οἷς οὐκ ὄγχνη ἐπ’ ὄγχνῃ γηράσκει, μῆλον δ’ ἐπὶ μήλῳ, τὰ δ’ ἐνερριζωμένα πρέμνα τοῖς ἄλσεσιν αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι. | |
74.8 | Τὰς δὲ θυσίας συνῳκείωσε τῷ τόπῳ ............................ ......................................................................................... | |
75.1 | ......................................................................................... | |
1 | τῆς σελήνης ἀμαυρούμενος ὁ τοῦ ἡλίου κύκλος ἀμβλύνεται καὶ πολλάκις ἄστρων διαφεγγεῖς μαρμαρυγὰς ὁρῶμεν. | |
75.2 | Εὐλόγως οὖν τοῦτο Θεοκλύμενος εἶπεν, ὁ τὰ θεῖα κλύων· εὗρε γὰρ ἄξιον τῆς φυσικῆς θεωρίας καὶ τοὔνομα, νυκτὶ μὲν ὑμέων | |
5 | εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα. | |
75.3 | Καὶ μὴν ἐν ταῖς ἐκλείψεσιν αἵματι προσφερὴς χρόα τὸ βλεπόμενον, ἐκφοινίσσεται γάρ· | 81 |
75.4 | διὰ τοῦτ’ ἐπήνεγκεν· αἵματι δ’ ἐρρέδαται τοῖχοι καλαί τε μεσόδμαι. | |
75.5 | Προθεσμία δὲ τῆς ἐκλείψεως, ἣν Ἵππαρχος ἠκρίβωσε, κατὰ τὴν ὀνομαζομένην τριακάδα καὶ νουμηνίαν, ἣν Ἀττικῶν παῖδες ἕνην τε καὶ νέαν ὀνομάζουσιν· | |
75.6 | οὐδ’ ἂν ἄλλην τις εὕροι τῆς ἐκλείψεως ἡμέραν. | |
75.7 | Ὅτε οὖν Θεοκλύμενος ἱστορεῖ ταῦτα τίς ἦν ὁ χρόνος, ἔξεστι παρ’ αὐτοῦ μαθεῖν Ὁμήρου· τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ’ ἱσταμένοιο. | |
75.8 | Τοσαύτη καὶ περὶ τῶν παρακολουθούντων καὶ τῆς προθεσμίας ἡ κατὰ τὴν ἔκλειψιν ἀκρίβεια. | |
75.9 | Τί δεῖ τούτοις ἅπασι προστιθέναι τὴν ἐπὶ τέλει τῆς μνηστηροφονίας παρεστῶσαν Ἀθηνᾶν Ὀδυσσεῖ, τουτέστι τὴν φρόνησιν; | |
75.10 | Εἰ μὲν γὰρ ἐκ τοῦ φανεροῦ καὶ βιαζό‐ μενος ἠμύνατο τοὺς λελυπηκότας, ἄριστ’ ἂν ὁ πόλεμος συνηγωνίζετο· | |
75.11 | νῦν δὲ δόλῳ καὶ τέχνῃ περιελθών, ἵν’ ἀγνοούμενος ἕλῃ, διὰ συνέσεως κατώρθωσε. | |
75.12 | Διὰ δὴ πάντα καθ’ ἓν ἀθροίσαντες ἀλληγορίας πλήρη τὴν ὅλην ποίησιν εὑρίσκομεν. | |
76.1 | Ἆρ’ οὖν ἐπὶ τούτοις ὁ μέγας οὐρανοῦ καὶ θεῶν ἱερο‐ φάντης Ὅμηρος, ὁ τὰς ἀβάτους καὶ κεκλεισμένας ἀνθρω‐ | |
πίναις ψυχαῖς ἀτραποὺς ἐπ’ οὐρανὸν ἀνοίξας, ἐπιτήδειός ἐστι κατακριθῆναι δυσσεβεῖν, | 82 | |
76.2 | ἵνα ταύτης τῆς ἀνοσίου καὶ μιαρᾶς ψήφου διενεχθείσης ἀναιρεθέντων τε τῶν ποιημάτων ἄφωνος ἀμαθία τοῦ κόσμου κατασκεδασθῇ, | |
76.3 | καὶ μήτε νηπίων παίδων χορὸς ὠφελῆται τὰς σοφίας παρ’ Ὁμήρου πρῶτον, ὡς ἀπὸ τιθήνης γάλα, | |
76.4 | μήτ’ ἀντίπαιδες ἢ νεανίαι καὶ τὸ παρηβηκὸς ἤδη τῷ χρόνῳ γῆρας ἀπολαύῃ τινὸς ἡδονῆς, | |
76.5 | πᾶς δ’ ὁ βίος ἀναιρεθεὶς τὴν γλῶτταν ἐν κωφότητι διάγῃ; | |
76.6 | Φυγαδευέτω τοίνυν ἀπὸ τῆς ἰδίας πολιτείας Πλάτων Ὅμηρον, ὡς αὑτὸν ἐξ Ἀθηνῶν ἐφυγάδευσεν εἰς Σικελίαν. | |
76.7 | Ἔδει δὲ ταύτης τῆς πολιτείας Κριτίαν ἀπωστὸν εἶναι, τύραννος γάρ, ἢ Ἀλκιβιάδην, τὸν ἐν παισὶ μὲν ἀπρεπῶς θῆλυν, ἐν δὲ μειρακίοις ἄνδρα, τὸν ἐν συμποσίοις Ἐλευ‐ σίνια παίζοντα καὶ Σικελίας μὲν ἀποστάτην, Δεκελείας | |
5 | δὲ κτίστην. | |
76.8 | Ἀλλά τοι Πλάτων μὲν Ὅμηρον ἐκβέβληκε τῆς ἰδίας πόλεως, ὁ δὲ σύμπας κόσμος Ὁμήρου μία φησὶν εἶναι πατρίς· | |
76.9 | Ποίας, γοῦν, ἀστὸν Ὅμηρον ἀναγραψώμεθα πάτρης, κεῖνον ἐφ’ ᾧ πᾶσαι χεῖρ’ ὀρέγουσι πόλεις, | |
76.10 | ἐξόχως δ’ Ἀθῆναι, αἱ Σωκράτην μὲν ἀρνησάμεναι πολίτην μέχρι φαρμάκου, μίαν δ’ εὐχὴν ἔχουσαι δοκεῖν Ὁμήρου πατρὶς εἶναι; | |
76.11 | Πῶς γε μὴν αὐτὸς Ὅμηρος ἐμπολιτεύεσθαι τοῖς Πλάτωνος ἂν ἐκαρτέρησε νόμοις, οὕτως ἐναντίᾳ καὶ μαχομένῃ στάσει διῳκισμένων αὐτῶν; | 83 |
76.12 | ὃ μέν γε συμβου‐ λεύει κοινοὺς γάμους καὶ τέκνα, τῷ δ’ ἄμφω τὰ σωμάτια γάμοις σώφροσι καθωσίωται· | |
76.13 | διὰ μὲν γὰρ Ἑλένην ἐστρατεύκασιν Ἕλληνες, διὰ Πηνελόπην δ’ Ὀδυσσεὺς πλανᾶται. | |
76.14 | Καὶ θεσμοὶ μὲν δικαιότατοι παντὸς ἀνθρω‐ πίνου βίου δι’ ἀμφοῖν τῶν Ὁμήρου σωματίων ἐμπολι‐ τεύονται, | |
76.15 | τοὺς δὲ Πλάτωνος διαλόγους ἄνω καὶ κάτω παιδικοὶ καθυβρίζουσιν ἔρωτες, οὐδαμοῦ δ’ οὐχὶ τῆς ἄρσενος ἐπιθυμίας μεστός ἐστιν ἀνήρ. | |
76.16 | Μούσας μὲν Ὅμηρος ἐπικαλεῖται θεὰς παρθένους ἐπὶ τοῖς λαμπροτάτοις τῶν κατορθωμάτων, ὅπου τι καὶ γεννικόν ἐστιν ἐπίταγμα καὶ τῆς Ὁμηρικῆς θειότητος ἄξιον, | |
76.17 | οὐκ ἔλαττον ἢ κατὰ πόλεις διαταττομένη καὶ μεγάλων ἡρώων ἀριστείαν. | |
77.1 | Συνεχῶς οὖν καθάπερ εἰς χῶρον αὑτῷ συνήθη τὸν Ἑλικώνιον ἐφίσταται λέγων· | |
77.2 | Ἕσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι, οἵτινες ἡγέμονες Δαναῶν καὶ κοίρανοι ἦσαν. | |
77.3 | Ἢ πάλιν ἡνίκα τῆς Ἀγαμέμνονος ἀνδραγαθίας ἐνάρχεται τὸν τρισὶ θεοῖς ἥρωα σύμμορφον ὑμνῶν· | |
77.4 | Ἕσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι, | |
ὅστις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίος ἦλθεν. | 84 | |
77.5 | Ἀλλ’ ὅ γε θαυμαστὸς Πλάτων ἐν τῷ περικαλλεῖ Φαίδρῳ τῆς σώφρονος ὑπὲρ ἐρώτων διακρίσεως ἀρχόμενος ἐτόλμησεν, ὡς ὁ Λοκρὸς Αἴας ἐν τῷ παρθενῶνι τῆς ἁγιω‐ τάτης θεᾶς, ἄγος τι Μουσῶν κατασπείσας, τὰς σώφρονας | |
5 | ἔργων ἀσελγῶν καλέσαι βοηθούς· | |
77.6 | Ἄγετε δή, Μοῦσαι, εἴτε δι’ ᾠδῆς εἶδος λίγειαι εἴτε διὰ γένος τι μουσικὸν ταύτην ἔσχετε τὴν ἐπωνυμίαν, σύμμοι λάβεσθε τοῦδε τοῦ μύθου. | |
77.7 | Περὶ τίνος, εἴποιμ’ ἄν, ὦ θαυμασιώτατε Πλάτων; ὑπὲρ οὐρανοῦ καὶ τῆς τῶν ὅλων φύσεως ἢ περὶ γῆς καὶ θαλάττης; | |
77.8 | ἀλλ’ οὐδὲ περὶ ἡλίου καὶ σελήνης οὐδ’ ὑπὲρ ἀπλανῶν τε καὶ πλανήτων κινήσεως. | |
77.9 | Ἀλλὰ τί τῆς εὐχῆς πέρας ἐστίν, αἰσχύνομαι καὶ λέγειν· | |
77.10 | Ἦν δὲ παῖς οὕτω καλός, μᾶλλον δὲ μειρακίσκος, οὗ πολλοὶ μὲν ἦσαν ἐρασταί, εἷς δέ τις αἱμύλος, ὃς ἐπεπείκει αὐτὸν ἐρῶν ὅτι οὐκ ἐρῴη καί ποτε αὐτὸν αἰτῶν ἔλεγεν ... | |
77.11 | Ὧδε γυμνοῖς τοῖς ὄμμασι τὴν ἀσέλγειαν ὡς ἐπὶ τέγους ἀνέῳξεν, οὐδ’ εὐπρεπεῖ σχήματι τὸ τοῦ πράγματος αἰσχρὸν ὑποκλέψας. | |
78.1 | Τοιγαροῦν εἰκότως ὁ μὲν Ὁμήρου λόγος ἡρώων ἐστὶ βίος, οἱ δὲ Πλάτωνος διάλογοι μειρακίων ἔρωτες. | |
78.2 | Καὶ πάντα τὰ παρ’ Ὁμήρῳ γεννικῆς ἀρετῆς γέμει· | |
78.3 | φρόνιμος Ὀδυσσεύς, ἀνδρεῖος Αἴας, σώφρων Πηνελόπη, δίκαιος ἐν ἅπασι Νέστωρ, εὐσεβὴς εἰς πατέρα Τηλέμαχος, ἐν φιλίαις πιστότατος Ἀχιλλεύς· | |
78.4 | ὧν 〈τί〉 παρὰ Πλάτωνι τῷ φιλοσόφῳ; πλὴν εἰ μὴ νὴ Δία τιμὴν 〈καὶ〉 ὠφέλ〈ειαν φ〉ήσομεν εἶναι τὰ σεμνὰ τῶν ἰδεῶν τερετίσματα καὶ παρ’ Ἀριστοτέλει τῷ μαθητῇ γελώμενα. | 85 |
78.5 | Διὰ τοῦτ’ ἀξίας οἶμαι τῶν καθ’ Ὁμήρου λόγων δίκας ὑπέσχεν, ἀκόλαστον ἔχων γλῶσσαν, αἰσχίστην νόσον, ὡς Τάνταλος, ὡς Καπανεύς, ὡς οἱ διὰ γλωσσαλγίαν | |
5 | μυρίαις κεχρημένοι συμφοραῖς. | |
78.6 | Πολλάκις ἐπὶ τὰς τυραννικὰς ἐφθείρετο θύρας, ἐν ἐλευθέρῳ δὲ σώματι δουλικὴν τύχην ἠνέσχετο καὶ μέχρι πράσεως· | |
78.7 | οὐδὲ εἷς γὰρ ἀγνοεῖ τὸν Σπαρτιάτην Πόλλιν, [ᾧ] οὐδ’ ὡς Λιβυκοῦ χάριν ἐλέου σέσωσται, καὶ μνῶν εἴκοσι καθάπερ ἀνδράποδον εὐτελὲς ἐτιμήθη. | |
78.8 | Καὶ ταῦτα τῶν εἰς Ὅμηρον ἀσεβημάτων ὀφειλομένην τιμωρίαν τῆς ἀχαλίνου καὶ ἀπυλώτου γλώττης. | |
79.1 | Πρὸς μὲν οὖν Πλάτωνα καὶ πλείω λέγειν δυνάμενος ἐῶ, τοὔνομα τῆς Σωκρατικῆς σοφίας αἰδούμενος. | |
79.2 | Ὁ δὲ Φαίαξ φιλόσοφος Ἐπίκουρος, ὁ τῆς ἡδονῆς ἐν τοῖς ἰδίοις κήποις γεωργός, ὁ πᾶσαν ποιητικὴν ἄστροις σημηνάμενος οὐκ ἐξαιρέτως μόνον Ὅμηρον, ἆρ’ οὐχὶ καὶ ταῦθ’ ἃ μόνα τῷ βίῳ παρέδωκεν αἰσχρῶς ἀγνοήσας | |
5 | παρ’ Ὁμήρου κέκλοφεν; | |
79.3 | ἃ γὰρ Ὀδυσσεὺς ὑποκρίσει παρ’ Ἀλκίνῳ μὴ φρονῶν ἐψεύσατο, ταῦθ’ ὡς ἀληθεύων ἀπεφήνατο τέλη βίου· | |
79.4 | ἀλλ’ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα, δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ, τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται. | 86 |
79.5 | Λέγει δ’ Ὀδυσσεὺς οὐχ ὁ παρὰ Τρωσὶν ἀριστεύων, οὐχ ὁ Θρᾴκην κατασκάπτων οὐδ’ ὁ παρὰ τὰς Λωτοφάγους ἡδονὰς παραπλέων οὐδ’ ὁ τοῦ μεγίστου Κύκλωπος ἔτι μείζων, | |
79.6 | ὃς ἐπέζευσε τὴν ἅπασαν γῆν, ὃς ἔπλευσε τὴν Ὠκεάνιον θάλατταν, ὃς ἔτι ζῶν εἶδεν Ἅιδην, | |
79.7 | οὐχ οὗτος Ὀδυσσεύς ἐστιν ὁ ταῦτα λέγων, ἀλλὰ τὸ βραχὺ τῆς Ποσειδῶνος ὀργῆς λείψανον, ὃν οἱ βαρεῖς χειμῶνες ἐπὶ τὸν Φαιάκων ἔλεον ἐξεκύμηναν. | |
79.8 | Ἃ δὴ παρὰ τοῖς ὑπο‐ δεξαμένοις ἐνομίζετο τίμια, τούτοις ἐξ ἀνάγκης συγκαταινεῖ· | |
79.9 | μίαν δ’ εὐχὴν πεποιημένος, ἣν ἀτυχῶς ἐπαρᾶται· Δός μ’ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν, ἃ δὴ πραττόμενα φαύλως οὐκ ἐνῆν διδάσκοντα βελτίω | |
5 | ποιεῖν, τούτοις διὰ τὸ χρειῶδες ἠναγκάσθη μαρτυρεῖν. | |
79.10 | Ἀλλ’ ὅ γ’ Ἐπίκουρος ἀμαθίᾳ τὴν Ὀδυσσέως πρόσκαιρον ἀνάγκην βίου κατεβάλετο δόξαν, ἃ παρὰ Φαίαξιν ἐκεῖνος ἀπεφήνατο κάλλιστα, ταῦτα τοῖς σεμνοῖς κήποις ἐμφυτεύσας. | |
79.11 | Ἐπίκουρος μὲν οὖν οἰχέσθω, πλείονας οἶμαι περὶ τὴν ψυχὴν ἐσχηκὼς νόσους ἢ περὶ τὸ σῶμα. | |
79.12 | Τὴν δ’ Ὁμήρου σοφίαν ἐκτεθείακεν αἰὼν ὁ σύμπας, καὶ προϊόντι | |
τῷ χρόνῳ νεάζουσιν αἱ ἐκείνου χάριτες, οὐδὲ εἷς δ’ ἐστὶν ὃς οὐκ εὔφημον ὑπὲρ αὐτοῦ γλῶτταν ἀνέῳξεν. | 87 | |
79.13 | Ἱερεῖς δὲ καὶ ζάκοροι τῶν δαιμονίων ἐπῶν αὐτοῦ πάντες ἐσμὲν ἐξ ἴσου· Τούσδε δ’ ἔα φθινύθειν, ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν | |
5 | νόσφιν βουλεύωσ’—ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν. | 88 |